Κατηγορίες αναρτήσεων

Πέμπτη 7 Ιανουαρίου 2016

ΙΑΝΟΥΑΡΙΟΥ 7. ΙΩΑΝΝΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΞ ΑΓΡΑΦΩΝ & ΕΝ ΑΝΔΡΙΑΝΟΥΠΟΛΗ ΠΑΡΑΚΛΗΣΙΣ

Β) ΠΑΡΑΚΛΗΣΙΣ

(Ὑπὸ Γεωργίου Μηλίτση)

https://eistorias.files.wordpress.com/2014/03/cebcceb9cf87ceb1e1bdb4cebb-cebcceb1cf85cf81cebfcf85ceb4e1bdb4cf82.jpg



Εὐλογήσαντος τοῦ Ἱερέως, τὰ συνήθη καὶ τὰ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ Ἰωάννῃ οἱ πιστοὶ νῦν προσδράμωμεν, καὶ ἱκετεύσωμεν αὐτὸν ταπεινῶς καὶ ἐν δάκρυσι, κράζοντες ἐκ βάθους ψυχῆς· Ἅγιε βοήθησον τοὺς ἀχρείους ἱκέτας, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ προστάτην κεκτήμεθα ἅπαντες.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε…


Ὁ Ν΄ Ψαλμός, καὶ ὁ Κανών τοῦ Ἁγίου.


ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

Ῥυσθῆναι κινδύνων πολυειδῶν, καὶ πάσης κακίας θλίψεως τε καὶ συμφορᾶς, πρὸς σὲ καταφεύγω Ἰωάννη, τῶν Ὀρθοδόξων τὸ μέγα προπύργιον.

Τὰ πάθη συνέχουσι θαυμαστέ, ἐμὲ τὸν ἀχρεῖον ὡς καὶ τύψεις παντοειδεῖς, διό σοι προσπίπτω Ἰωάννη, καὶ ἐκζητῶ σὴν βοήθειαν πάντιμε.

Ὑπὲρ ἐκζητούντων σὴν ἀρωγήν, ἱκέτευσον μάκαρ τὸν τῆς πίστεως ἀρχηγόν, καὶ τοῖς ἀσθενοῦσι Ἰωάννη, τὴν θεραπείαν παράσχου τρισόλβιε.

Θεοτοκίον.

Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ Σοῦ, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.


ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.

Ἰσχυράν σε ἐλπίδα καὶ ἱερὰν ἄγκυρα, ἔχομέν σε ὦ Ἰωάννη πάντες οἱ Ἕλληνες, διὸ ἡμεῖς ταπεινῶς, σοὶ καταφεύγομεν πόθῳ, καὶ τὴν σὴν βοήθειαν πάντες αἰτούμεθα.

Τῆς Μονῆς τοῦ Δουσίκου φρουρὸς ὁ ἀκοίμητος, μάκαρ Ἰωάννη ἐδείχθης καὶ καταφύγιον, τῶν δὲ ἀλγούντων πιστῶν, ἡ ἰσχυρὰ προστασία, καὶ τῆς νεολαίας ἅγιον πρότυπον.

Ὀρθοδόξων τὸ κλέος καὶ ἱερὸν καύχημα, Πάτερ Ἰωάννη ἐδείχθης ἐσχάτοις ἔτεσι, σῶσον ἐκ πλάνης σοφέ, καὶ ἐπηρείας δαιμόνων, τοὺς σὲ μακαρίζοντας ᾄσμασι Ἅγιε.

Θεοτοκίον.

Χαλεπαῖς ἀῤῥωστείαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε Σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ Σὲ γινώσκω, θησαυρὸν Πανάμωμε τὸν ἀδαπάνητον.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰωάννη, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ…


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαν τὴν σὴν κατέχοντες μακάριε, παγίδων ἐχθροῦ σωζόμεθα οἱ δοῦλοί σου, ἐκτενῶς βοῶμέν σοι· Ἰωάννη σπεῦσον βοήθησον, καὶ ἐκ νόσων λύτρωσον ἡμᾶς, τοὺς πόθῳ προσφεύγοντας τῇ κάρᾳ σου.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Δίδου πᾶσι μακάριε, τοῖς πιστῶς προστρέχουσι πρὸ τῆς κάρας σου, ὑγείαν ἀδιάπτωτον, Ἰωάννη Ἀγράφων τὸ γέννημα.

Ἐμπεσὼν εἰς τοὺς ὄνυχας, τοῦ νοητοῦ δράκοντος ὁ πανάθλιος, καὶ βοήθειαν οὐ κτώμενος, σοὶ προσφεύγω Ἰωάννη πάντιμε.

Τῶν παθῶν μου τὸν τάραχον, Ἰωάννη Πάτερ τάχος διάλυσον, καὶ τὸν κλύδωνα κατεύνασον, τὼν ἐμῶν πταισμάτων ἀξιάγαστε.

Θεοτοκίον.

.

Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Λύτρωσον ἡμᾶς, ἐκ κινδύνων Ἰωάννη σοφέ, καὶ τοὺς σοὶ καταφεύγοντας Ἀθλητά, ἐκ τοῦ πυρὸς τοῦ ἀσβέστου ἀπάλλαξον.

Δός μοι λογισμῶν, ἐξαγόρευσιν καὶ δάκρυα, καὶ ἐκκοπὴν θελήματος ἀγαθέ, Ιωάννη ταῖς λιταῖς σου τρισμακάριστε

Νόσων ἰατρός, ἀνεδείχθης μέγας ἔνδοξε, καὶ πάντων τῶν χριστιανῶν ὁ φρουρός, ἀσπὶς καὶ τεῖχος ἀπόρθητον ἀξιάγαστε.

Θεοτοκίον.

Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν ὑγείαν τῇ πρεσβείᾳ Σου παράσχου μοι.


ᾨδὴ στ΄. Τὴν δέησιν.

Προστάτην σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρόν σε θαυμαστὲ ὀνομάζω, τῶν πειρασμῶν, διαλύεις τὰ βέλη, σὺ καὶ τὰς νόσους διώκεις μακάριε, σοῦ δέομαι ὁ δυσμενής, ἐκ τῶν θλίψεων τάχος ἐξάρπασον.

Σὲ τεῖχος, καταφυγὴ κεκτήμεθα, οἱ Ὀρθόδοξοι σεμνὲ Ἰωάννη, καὶ ἰατρὸν τοῦ καρκίνου καλοῦμεν, ὡς καὶ πηγὴ δωρημάτων σὲ λέγομεν, δεόμεθά σου ἀγαθέ, ἐκ παθῶν καὶ κινδύνων διάσωσον.

Παράσχου μοι, ἀνεπαίσχυντα τέλη, καὶ καλὴν ἀπολογίαν θεόφρον, τὰ δὲ ψυχῆς μου ἀόρατα ἕλκη, Ἱερομάρτυς ταχέως θεράπευσον, σοῦ δέομαι θαυματουργέ, ἐκ ματαίως οἰήσεως σῶσόν με.


Θεοτοκίον.

Ἐν κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεόν, καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, Σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ἰωάννη, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.

Ἄχραντε, ἡ διὰ λόγου…


Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος, καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον θαυματουργέ, εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ὁ ἑτοιμότατος φρουρός, Ἰωάννη παναοίδιμε.

Τὸ α’ ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει…

Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον…

Εὐαγγέλιον βλέπε τοῦ Ἁγίου Γεωργίου.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον…

Προσόμοιον. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…

Μὴ ἐγκαταλείπης με, τῶν ὀρθοδόξων προστάτα, Ἰωάννη ἔνδοξε, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκἐτου σου, θλῖψις συνέχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου, Μάρτυς τοῦ Κυρίου, ἐλπὶς καὶ καταφύγιον πιστῶν, μὴ μοῦ παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τῆς ψυχῆς σωτηρίαν ἐκ νεότητος Πάτερ σὺ ἐπεπόθησας, διὸ καὶ μαρτυρίου, τὴν χλαίναν ἐνεδύθης, Ἰωάννη μακάριε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πολλαπλῶν νοσημάτων καταγώγιον γέγονα ὁ πανάθλιος, διό σοι καταφεύγω, καὶ πόθῳ ἱκετεύω, ὁ ἀνάξιος δοῦλός σου, Ἱερομάρτυς Χριστοῦ, ταχὺ θεράπευσόν με.

Ὀρθοδόξων τὰ πλήθη ἐν Μονῇ τῇ τοῦ Δουσίκου σπεύδουσι Ἅγιε, θερμῶς δὲ προσκυνοῦσι, καὶ πόθῳ ἀνυμνοῦσι, Ἰωάννη τὴν κάραν σου· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Σωμάτων μαλακίας καὶ ψυχῶν ἀῤρωστίας Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ Σου τῇ θείᾳ θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.


ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τῶν ἰαμάτων, κρουνὸς σοφὲ ἀνεδείχθης, καὶ πτωχοὺς μὴ παρίδῃς θεόφρον, ἵνα σὲ ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.

Σὺ τοὺς κυκλοῦντας, τὴν παναγίαν Σου κάρα, ὑγείαν καὶ ῥώμην, παράσχου μάκαρ Ἰωάννη, καὶ σῶσον ἐκ τῆς πλάνης.

Εἰς ἀθυμίαν, ἐκ τῆς πολλῆς ῥαθυμίας, περιπέπτωκα Πάτερ ὁ τάλας, ἐξ αὐτῆς λύτρωσόν με, ταχέως Ἰωάννη.

Θεοτοκίον.

Τῶν πειρασμῶν, Σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε, ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ἐνήθλησας ἐνδόξως, μάκαρ Ἰωάννη, καὶ μαρτυρίου στεφάνους ἀπέλαβες, διὸ τιμῶμέν σε πάντες καὶ μακαρίζομεν.

Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσης, θαυματουργὲ Ἰωάννη μακάριε, καὶ τῆς ψυχῆς μου τὰ ἕλκη τάχος θεράπευσον.

Ἱλέωσαι τὸν Κτίστην, Μάρτυς Ἰωάννη, ἀξιωθῆναι ζωῆς ἡμᾶς ἅπαντας, καὶ λυτρωθῆναι πυρὸς τοῦ αἰωνίζοντος.

Θεοτοκίον.

Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀῤρωστίας εἰς ῥῶσιν μετασκευάζουσα.


Ἄξιόν ἐστι… καὶ τὰ Μεγαλυνάρια.

Χαίροις τῶν Ἀγράφων θεῖος βλαστός, καὶ τῆς Ἐκκλησίας ὁ ἀκοίμητος ὀφθαλμός, χαίροις τῆς Δουσίκου, ἀγλάϊσμα καὶ δόξα, καὶ τῶν ἐν θλίψει ὄντων τὸ καταφύγιον.

Χαίροις τῆς Δουσίκου ὁ θησαυρός, καὶ τῆς Θεσσαλίας ὁ ἀδάμας
ὁ ἐκλεκτός, χαίροις ἱερέων, ἡ πάμφωτος λυχνία, ὡς καὶ τῶν ὀρθοδόξων καύχημα ἔνδοξον.

Ἔχοντες τὴν κάραν σου ἀγαθέ, θησαύρισμα μέγα οἱ τῆς Τρίκκης Χριστιανοί, προσέρχονται ἐν πίστει, ταύτην προσκυνῆσαι, καὶ λαβεῖν πλουσίως τὰ θεῖα δῶρά σου.

Δύναμιν ἀντλοῦσιν ἀνελειπῶς, μοναζόντων τάξεις Ὀρθοδόξων τε ἡ πληθύς, ἐκ τῆς σεβασμίας, καὶ ἱερᾶς σου κάρας, παμμάκαρ Ἰωάννη πάντων τὸ στήριγμα.

Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῶν μοναζόντων ἀδαπάνητος θησαυρός, χαίροις ἱερέων, ἀλάνθαστος πυξίδα, καὶ τῶν ἐν πόνῳ ὄντων τὸ παραμύθιον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί…


Τρισάγιον.



Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Τῶν Ἀγράφων τὸν γόνον, Θεσσαλίας ἀγλάϊσμα, καὶ Μονῆς Δουσίκου τὸ κλέος Ἰωάννην τιμήσωμεν, ἀθλήσας γὰρ λαμπρῶς ὑπὲρ Χριστοῦ, θαυμάτων ἀνεδείχθη ἡ πηγή, καὶ λυτροῦται ἐκ κινδύνων παντοειδῶν, τοὺς πίστει ἀνακράζοντας· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ δωρήσαντι ἡμῖν, πρέσβυν ἀκοίμητον.


Ἐν τῇ ἀπολύσει ταὸ παρόν. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Πάντων, τῶν πιστῶν χριστιανῶν, φρουρὸς ἀνεδείχθης θεόφρον, καὶ Ὀρθοδόξων ἐλπίς, ἄλλον γὰρ οὐκ ἔχομεν οἱ ἐν κινδύνοις πολλοῖς, καταφύγιον Ἅγιε, σεπτὲ Ἰωάννη διό σοι προσφεύγομεν ἐν ἱκεσίᾳ θερμῇ, Μάρτυς Ἐκκλησίας τὸ κλέος, σὺ ὑπάρχεις πάντιμε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι ἱκέτας σου.

Τὴν πᾶσαν ἐλπίδα μου…

Δέσποινα πρόσδεξαι…


Δι’ εὐχῶν.



                            πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου