Κατηγορίες αναρτήσεων

Πέμπτη 7 Ιανουαρίου 2016

ΙΑΝΟΥΑΡΙΟΥ 7. ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ ΣΥΝΑΞΙΣ ΕΓΚΩΜΙΑ

ΙΑΝΟΥΑΡΙΟΥ 7.

ΙΩΑΝΝΟΥ ΠΡΟΔΡΟΜΟΥ ΣΥΝΑΞΙΣ

ΕΓΚΩΜΙΑ
 
 




 
(Ἐκ τοῦ βιβλίου: Ἀκολουθίαι τῶν Ἁγίων Τεσσάρων Νέων τοῦ Χριστοῦ Μαρτύρων Ἀγγελή, Μανουήλ, Γεωργίου καὶ Νικολάου, τῶν ἐν Ῥεθύμνῃ τῆς Κρήτης μαρτυρησάντων· καὶ τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παμφλαγόνος. Πρὸς δὲ καὶ Μακαριστήρια· ψαλλόμενα εἰς Θεομητορικὰς Ἑορτὰς καὶ ἑορταζομένους Ἁγίους.

Ἐκδοθέντα ὑπὸ Σπ. Εὐθυμιάδου, τοῦ ἐκ Βλάτσης τῆς Μακεδονίας. Ἐν Ἐρμουπόλει Σύρου. Τύποις Γ. Μελισταγοῦς, Μακεδόνος. 1865)


Ἐγκώμια: Ψαλλόμενα ἀντὶ τοῦ Κοινωνικοῦ

Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι

Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Χριστέ μου Ζωοδότα.

Αἱ γενεαὶ πᾶσαι, σὲ μακαριοῦσιν, ὦ Βαπτιστὰ Κυρίου.

Αἱ γενεαὶ πᾶσαι, τιμῶμέν σε ἀξίως, Πρόδρομε Ἰωάννη.

Δεῦτε πιστοὶ ἀξίως, ὑμνήσωμεν τὸν Κτίστην, ὅν Πρόδρομος βαπτίζει.

Δῆμοι φιλεόρτων, ἀθροίσθητε ὑμνῆσαι, τὸν Πρόδρομον Κυρίου.

Σήμερον Ἰωάννης, βαπτίζει τὸν Δεσπότην, ἐν ῥείθροις Ἰορδάνου.

Χαίροις ὦ Ἰωάννη, Πρόδρομε καὶ Προφῆτα, καὶ Βαπτιστὰ Κυρίου.

Χαίροις ὦ Ἰωάννη, βλαστὲ τοῦ Ζαχαρίου, καὶ λύχνε τοῦ Ἡλίου.

Ἰδοὺ ὁ Ἰωάννης, χειροθετεῖ τὸν Κτίστην, ἐν ῥείθροις Ἰορδάνου.

Ὁ θεῖος Ἰωάννης, βαπτίζει τὸν Σωτῆρα, θέαμα ξένον ὄντως.

Τῶν Προφητῶν ἁπάντων, ὑπέρτερος ὁ Κτίστης, Πρόδρομε μαρτυρεῖ σε.

Προφῆτα ἄφες ἄρτι, καὶ βάπτισόν με λέγει, Χριστὸς τῷ Ἰωάννῃ.

Σήμερον τῶν ὑδάτων, ἡγίασται ἡ φύσις, τοῦ Κτίστου βαπτισθέντος.

Ἄγγελοι τὸν Δεσπότην, γυμνὸν ἐν Ἰορδάνῃ, ἐξίσταντο ὀρῶντες.

Ὑπὸ Πατρὸς Σωτήρ με, σαφῶς ἐμαρτυρήθης, Υἱὸς ἠγαπημένος.

Σῆμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, Χριστοῦ ἐπιφανέντος.

Οὐράνιαι δυνάμεις, παρίσταντό σοι φόβῳ, Χριστὲ ἐν Ἰορδάνῃ.

Τῶν εὐσεβῶν τὰ στίφη, τιμήσωμεν ἀξίως, τὸν Πρόδρομον Κυρίου.

Τῶν Ὀρθοδόξων δῆμοι, ἀθροίσθητε τελέσαι, μνήμην τοῦ Ἰωάννου.

Τοὺς σὲ τιμῶντας πόθῳ, ὦ θεῖε Ἰωάννη, ῥῦσαι παντὸς κινδύνου.

Ὤ θεῖε Ἰωάννη, σῶσον ἡμᾶς τοὺς πίστει, σὲ ἀνυμνολογοῦντας.

Πρόδρομε καὶ Προφῆτα, ῥῦσαι κινδύνων πάντας, ταῖς πρὸς Θεὸν λιταῖς σου.

Ὤ λύχνε τοῦ Ἡλίου, ὑπὲρ ἡμῶν μὴ παύσῃς, πρεσβεύειν τῷ Σωτῆρι.

Δόξα. Τριαδικόν.

Τρισήλιε Θεέ μου, λιταῖς τοῦ Ἰωάννου, σῶσον ἡμᾶς σοὺς δούλους.

Καὶ νῦν. Θεοτοκίον.

Παρθένε Θεοτόκε, μετὰ τοῦ Ἰωάννου, ὑπὲρ ἡμῶν δυσώπει.




                            πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου