Κατηγορίες αναρτήσεων

Δευτέρα 25 Ιανουαρίου 2016

ΙΑΝΟΥΑΡΙΟΣ 25. ΓΡΗΓΟΡΙΟΣ ΘΕΟΛΟΓΟΣ ΕΓΚΩΜΙΑ

ΙΑΝΟΥΑΡΙΟΣ ΚΕ΄.


ΓΡΗΓΟΡΙΟΣ ΘΕΟΛΟΓΟΣ

ΕΓΚΩΜΙΑ

(Γαλανόπουλος Γεώργιος· π. Νεκτάριος Μαμαλοῦγκος, www.nektarios.gr)
 
 

 

Ὧν ἀκροστιχίς, εἰς τό· Δόξα, Καὶ νῦν τῶν στάσεων: Χάριτι.

 

Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Ἀνυμνοῦμεν Πάτερ, τὰ σετά σου ὀστά, καὶ εἰκόναν σου τιμῶμεν πανθαύμαστον, ὦ Γρηγόριε πιστῶν ἡ χαρμονή.

Γηγενεῖς σκιρτῶσι, Θεολόγε σοφέ, καὶ ὑμνοῦσί σου τὴν μνήμην ἐν ᾄσμασιν, ἀσπαζόμενοι εἰκόναν σου πιστῶς.

Ἱεροπρεπῶς μέν, καὶ συνάμα σεμνῶς, λιτανεύομεν εἰκόναν σου Ἅγιε, αὐγαζόμενοι ταῖς χάρισιν αὐτῆς.

Εὐφραινέσθω πᾶσα, Ὀρθοδόξων πληθύς, καὶ ἀγάλλου καὶ ἀγάλλου καὶ εὐφραίνου ὦ Ἑλλάς, ἀνυμνοῦσα Θεολόγον ἐν ᾠδαῖς.

Γλυκασμὸν παρέχει, ἡ εἰκών σου πιστοῖς, καὶ λειψάνων σου ἡ θήκη Γρηγόριε, τοῖς ὑμνοῦσί σε ὦ Πάτερ ἱερῶς.

Ῥῦσαι πάσης βλάβης, καὶ ἐχθρῶν ἀπειλῆς, τοὺς τιμῶντάς σε Γρηγόριε άνσοφε, καὶ χορήγει οὐρανόθεν χάριν σήν.

Ἡ ἀκτὶς ὑπάρχει ἡλίου νοητοῦ, ἡ φωτίζουσα τὰ πέρατα λόγοις σου, Θεολόγε Ἐκκλησίας ὁ φωστήρ.

Γρηγορεῖς ἀπαύστως, ὡς ταχὺς ἀρωγός, καὶ ὡς πρέσβυς πρὸς Θεὸν εὐμενέστατος, ὦ Γρηγόριε πιστῶν θεία χαρά.

Ῥᾶνον πᾶσι Πάτερ, θείαν χάριν τὴν σήν, τοῖς πιστῶς ἀσπαζομένοις σὰ λείψανα, καὶ εἰκόναν σου τιμῶσιν ἱεράν.

Ἱκεσίαις Σῶτερ, Γρηγορίου σοφοῦ, ἡμᾶς σῶσον ἑορτάζοντας μνήμην του, ἐν ᾠδαῖς πνευματικαῖς θεοπρεπῶς.

Ἐν ψαλμοῖς ὑμνείσθω, Θεολόγος Πατήρ, Ὀρθοδόξων φάρος στῦλος τῆς πίστεως, καὶ Χριστοῦ ἀρχιεράρχης εὐκλεής.

Δόξα. Τριαδικόν.

Χείλεσι καρδίαις, σὲ ὑμνοῦμεν σοφέ, ἐξαιτούμενοι θερμαῖς σου δεήσεσι, προσκυνοῦντες τὴν Τριάδα ἀληθῶς.

Καὶ νῦν. Θεοτοκίον.

εννάως Μῆτερ, δὸς ὑμνεῖν Σε ἡμᾶς, καὶ πιστῶς ὁμολογοῦντας κατ’ Ὄνομα, Θεοτόκον καὶ Μητέρα τοῦ Φωτός.
 
 

Στάσις β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.

Ἄξιόν ἐστι, μεγαλύνειν σε τὸν Ἱεράρχην, τὸν σοφὸν τῆς οἰκουμένης διδάσκαλον, καὶ φωστῆρα Ἐκκλησίας θαυμαστόν.

Δεῦτε οἱ ιστοί, εὐφημήσωμεν ψαλμοῖς καὶ ὕμνοις, τὸν κρουνὸν θεολογίας καὶ πρύτανιν, τὸν ἀρδεύσαντα τὰ πλήθη διδαχαῖς.

Ὢ τῆς πρὸς ἡμᾶς, ὀξυτάτης σου προνοίας Πάτερ, καὶ τῆς πρὸς Θεὸν ἐνθέρμου πρεσβείας σου, τῶν τιμώντων τὴν σὴν μνήμην εὐλαβῶς.

Σπόρον ἀρετῶν, ἐγεώργησας Πάτερ τρισμάκαρ, καὶ θερίσας στάχυν ἑκατοστεύοντα, ἀληθῆ τὸν λόγον ἔδειξας Χριστοῦ.

Ἔχομεν φρουρόν, σὲ Γρηγόριε καὶ προστασίαν, οἱ ἐν ἡδοναῖς βίου κυλινδούμενοι, καὶ βροτῶν τὸ γένος πρεσβευτήν.

Ξένα ἀληθῶς, τὰ παράδοξά σου καθορῶμεν, θαύματα τελούμενα ὦ Γρηγόριε, ἃ ἐκβλύζει ἡ εἰκών σου τοῖς πιστοῖς.

Ἴσμεν ἀφανεῖς, δωρεὰς καὶ δήλους Θεολόγε, ἃς εἰκών σου θεία τοῖς γόνυ κλίνουσιν, αὐτὴ τάχυ χορηγεῖ Χριστιανοῖς.

Ὥρᾳ τῇ φρικτῇ, ἡμῶν πάρεσο πρέσβυς θεόφρον, ἵνα δεξιοῖς προβάτοις συντάξηται, ὁ Σωτὴρ τὰς ἁμαρτίας παρορῶν.

Δόξα. Τριαδικόν.

ᾶνον ἐφ’ ἡμᾶς, τὸ Σὸν ἔλεος Τριὰς πλουσίως, τοὺς Πατέρα Λόγον καὶ Πνεῦμα Ἅγιον, προσκυνοῦντας καὶ δοξάζοντας πιστῶς.

Καὶ νῦν. Θεοτοκίον.

εροπρεπῶς, λιτανεύοντες τὰ λείψανά σου, ἅπας ὁ τῆς Ἑλλάδος χαίρεται, καὶ ὑμνεῖ σε ὦ Γρηγόριε ψαλμοῖς.

 

Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Γρηγόριε ἐν ὕμνοις.

Σήμερον τιμῶμεν, μνήμην Γρηγορίου, πανσόφου Θεολόγου.

Μὴ ἐάσῃς Πάτερ, ἄνευ βοηθείας, ἡμᾶς τοὺς σὲ ὑμνοῦντας.

Ἀχαρνῶν ἡ πόλις, εἰκόναν σὺν λειψάνοις, τιμᾷ σοφοῦ ποιμένος.

Σῶσον θεοῤῥῆμον, τοὺς τὴν σὴν εἰκόνα, πιστῶς ἀσπαζομένους.

Ἵλεως τοῖς πᾶσι, Σῶτερ Γρηγορίου, γενοῦ θερμαῖς πρεσβείαις.

Νίκας Θεολόγε, δίδου Ὀρθοδόξοις, κατὰ αἱρετιζόντων.

Ἔχει Ἐκκλησία, πίστεως τὴν βάσιν, Γρηγόριον φωστῆρα.

Νόσων ἀνιάτων, χαλεπῶν παθῶν τε, ἡμᾶς ῥῦσαι ὦ Πάτερ.

Θήκην τῶν λειψάνων, καὶ Πατρὸς εἰκόναν, πιστοὶ ῥάνατε μύροις (γ΄).

Ἔρχου βοηθῆσαι, πάντας ἐκ κινδύνων, σοφὲ Ἀρχιεράρχα.

Ὁμοῦ σὺν Βασιλείῳ, καὶ θείῳ Χρυσοστόμῳ, Γρηγόριον τιμῶμεν.

Ἴθυνον τὸν βίον, τρίβοις μετανοίας, ἡμῶν ὦ Θεολόγε.

Σκέπε Ἱεράρχα, τοὺς σὲ ἀνυμνοῦντας, ἐκ τῶν βελῶν βελίαρ.

Δόξα. Τριαδικόν.

Τριὰς μιὰ Θεότης, ὕμνον Σοι προσάδει, πιστῶς πᾶσα ἡ κτίσις.

Καὶ νῦν. Θεοτοκίον.

σχυρὰ προστάτις, Μῆτερ Θεοτόκε, ἀεὶ σκέπε Σοὺς δούλους.

 


Εὐλογητάρια. Ἦχος πλ. α΄.

Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Γρηγόριον ᾆσαι.

Τῶν Ἀγγέλων αἱ τάξεις, καὶ πιστῶν αἱ χορεῖαι, κατεπλάγησαν ὅτι ἡ φθορὰ τοῦ θανάτου, σὸν πανίερον σῶμα, ἐσεβάσθη, ὦ Γρηγόριε· ὅθεν γῇ, λειψάνοις σου, ἡμῖν δέδωκεν.

 

Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Γρηγόριον μέλψαι.

Τίνα μῦρα, εὐσεβεῖς καὶ δάκρυα, Γρηγορίῳ θείῳ δῶτε; Ἀσωμάτων ἐν τῷ πόλῳ τάγματα, προσεφθέγγετο ἐν κατανύξει, ἴδετε πιστοί, ποιμέναν καὶ ᾔσθητε, τοῖς λειψάνοις του γάρ, ἁγιάζει ἅπαντας.

 

Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Ποιμενάρχην δοξᾶσαι.

Μυροβόλοις τε κρίνοις, χρυσανθέμοις καὶ ῥόδοις, πᾶσιν ἄνθεσιν νῦν, ῥάνατε θήκην, Ἀγγέλου Θεοῦ, ἱερῶς ἐκβοῶντος· τί οὖν ὡς νεκρόν, ὁρᾶτε τὸ λείψανον; Ὁ Χριστὸς θαυματουργεῖν, ἐν τούτῳ ἔδειξεν.

 

Δόξα. Τριαδικόν.

Προσκυνοῦμεν Πατέρα, τὸν Συνάναρχον Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ζωοδότην τεκοῦσα, Μαριὰμ Θεοτόκε, Σὸν Υἱὸν ἐλυτρώσω, τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, τῆς ἀρχαίας κατάρας, καὶ πᾶσι πιστοῖς, ἔδειξας σωθήσεσθαι, σωτηρίας γὰρ ὁδός, ἐστὶν ἡ μετάνοια.

 

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι ὁ Θεός (γ΄).

 

Ἀπόστιχα. Ἦχος β΄. Ὅτε, ἐκ τοῦ ξύλου.

Ὅτε, τὸν οὐράνιον σοφέ, πνεῦμά σου ἐν πόλῳ ἀνῆλθε, τάφος ἐκάλυψε σόν, σῶμα τὸ πολύαθλον, μάκαρ Γρηγόριε, ὅτε δὲ ἀνεκόμισαν, αὐτὸ οἱ Πατέρες, λείψανον ὡς ἥλιος, ἐκ γῆς ἀνέτειλεν, ὅθεν, ἀσπαζόμενοι θήκην, τούτου ἐκβοῶμέν σοι δόξα, ὦ Τριὰς Ἁγία Παντοδύναμε.

 

Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Ὅτε, τὸ πανάγιον ἐκ γῆς, λείψανον πανεύφημε Πάτερ, εἶδε πληθὺς μοναστῶν, Ἄγγελοι καὶ ἄνθρωποι, πάντες ἐθαύμασαν, οἱ Ὀρθόδοξοι χαίροντες, ἀθρόως προσῆλθον, χάριτας ἀντλήσασθαι, καὶ ὕμνοις ἔμελπον, νῦν δέ, τῶν μερόπων χορεῖαι, πόθῳ ἀνακράζουσι· ῥῦσαι, νόσων καὶ δεινῶν ἡμᾶς Γρηγόριε.

 

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

Δεῦτε, οἱ Ὀρθόδοξοι ψαλμοῖς, κάραν τὴν τιμίαν ἐν Ἄθῳ, κατασπασώμεθα νῦν, μέλποντες Γρηγόριον, σοφὸν ὑπέρλαμπρον, Ἐκκλησίας Διδάσκαλον, Ποιμένα ἀνθρώπων, θεῖον ἀντιλήπτορα, τροφέα ἄριστον, ἅμα, ἰατρὸν τῶν νοσούντων, τῶν αἱρετιζόντων διώκτην, πρέσβυν εὐμενέστατον πρὸς Κύριον.

 
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, δῶμεν τῆς Ἑλλάδος ὁ δῆμος, τῷ Γρηγορίῳ Πατρί, τούτου λιτανεύοντες, εἰκόνα πάντιμον, ἣν πιστῶς κατεκόσμησαν, γυναῖκες προθύμως, ἄνθεσιν ἀρώμασι, σὺν τοῖς λειψάνοις του, νῦν δέ, τῶν σῶν δούλων αἰτήσεις, πλήρωσιν προσείπωμεν τούτῳ, ὅ,τι παῤῥησίαν Θεῷ κέκτησαι.

 

Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.

Σέ, ὅνπερ ἐχαρίτωσε Χριστός, θεῖε Γρηγόριε, καθορῶντες πιστῶς, λειψάνων θήκην σου καὶ εἰκόναν, ἠγλαϊσμένον πνευματικαῖς χάρισιν, εὐκατάνυκτον ὕμνον, πανευλαβῶς, ἀγαλλόμενοι ψάλλομεν· γόνε, Καππαδόκα ἱερέ, ὃν ὁ ἀνέσπερος Ἥλιος, ἀληθῶς ἐφώτισεν ἐκ νεότητος, σκότος ἀπομακρύνων σου, βιοτὴν ἰσάγγελον ἑλόμενος, καὶ ἐθαυμάστωσε Θεός, ζῶντα πανεύφημε. Ἀλλ’ ἰδοὺ νῦν οἴδαμεν, δι’ ἡμᾶς μεσιτεύειν, παῤῥησίαν ἔχοντα. Πῶς σὲ τιμήσωμεν, Πάτερ; ἢ πῶς δοξάσωμεν ἄθλους; Ποῖα ἐπάξια ὄντως, σοὶ προσενέγκωμεν γέρα; ἢ ποίους μέλψωμεν ὕμνους, σοὶ Θεολόγε ἐνθέους; Μεγαλύνομέν σε ἅγιε, ὑμνολογοῦμεν σὴν σοφίαν, σὺν τοῖς θαύμασί σου βοῶντες· Κύριε δόξα Σοι.



                             πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου