ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ὑπ’ όδύνων χαλεπῶν
κατεχόμενοι, καὶ συμφορῶν καὶ ἀσθενείαις τρυχόμενοι, μετὰ κλαυθμῶν στενάζοντες
ἐκ βάθους ψυχῆς, δράμωμεν δακρύοντες, Ἰωσὴφ τῷ τεμένει, κράζοντες ἐκ πίστεως·
ἰατρὲ τῶν νοσούντων, ταῖς σαῖς πρεσβείαις μάκαρ πρὸς Θεόν, ῥῦσαι ἡμᾶς
πολυτρόπων κακώσεων.
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἰωσὴφ τρισμάκαρ νῦν
ἐκτενῶς, δέησιν προσάγων, μὴ ἐλλίπῃς τῷ Λυτρωτῇ, πρεσβεύων κινδύνων διασῶσαι,
τοὺς ἀδιστάκτῳ τῇ πίστει τιμῶντάς σε.
Ἡ θεία σορός σου Πάτερ
πιστοῖς, βρύει τὰς ἰάσεις, προσιοῦσι τῷ ναῷ, καὶ πάθη ψυχῶν τε καὶ σωμάτων, ὡς
ἰατρὸς θεραπεύεις πανάριστος.
Νοσοῦσάν μου ἴασαι τὴν
ψυχήν, Ἰωσὴφ τρισμάκαρ, τῶν νοσούντων ὁ ἰατρός, καὶ βαίνειν τὰς τρίβους τοῦ
Κυρίου, σῇ μεσιτείᾳ παμμάκαρ ἐνίσχυσον.
Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν Σὸν
Υἱόν, σὺν τῷ Ἰωσήφ τε, νεκρωθεῖσάν μου τὴν ψυχήν, ὡς πάλαι ἐζώου τὸν τῆς χήρας,
υἱὸν αὐτοῦ θείῳ προστάγματι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἔχοντές σε προστάτην πρὸς
τὸν Θεὸν Ἅγιε, οἱ ὀρθοδοξοῦντες τιμῶμεν καὶ ἱκετεύομεν, Πάτερ ἀοίδιμε, τοὺς σὲ
πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον, τῇ μεσιτείᾳ σου.
Ἱκετεύομεν Πάτερ τὰ τῆς
ψυχῆς ἴασαι, πάθη καὶ τὰ τραύματα ταύτης, τάχος θεράπευσον, τὸν εὐφημούντων σε,
καὶ γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα, Ἰωσὴφ Ἅγιε.
Εὐμενῆ σε προστάτην πρὸς
τὸν Θεὸν Ὅσιε, πάντες προβαλλόμεθα Πάτερ, Ἰωσὴφ δίκαιε, καθικετεύοντες,
πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας, τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Παναγία Παρθένε τὸν
Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων τοὺς Σοὶ προστρέχοντας, καὶ
ἀνυμνοῦντάς Σε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν βοήθεια, μόνη πανύμνητε.
Διάσωσον, τῇ σῇ πρεσβείᾳ
σοὺς δούλους Ἰωσὴφ μάκαρ, ἐκ παντὸς κινδύνου καὶ θλίψεως, σὲ γὰρ ἔσομεν, πρὸς
τὸν Κύριον πρέσβυν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ
πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς
ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμὸς ὑπάρχεις ὦ
ἀοίδιμε, τοῖς πόθῳ τῷ σῷ τεμένει προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ
βοῶσί σοι πανσεβάσμιε· ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καὶ
πρόμαχος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰωσὴφ θεοφόρε, λύτρωσαι
κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως
μακαρίζομεν.
Ἱκετεύομεν Ὅσιε, τὴν
νενεκρωμένην ψυχὴν ἡμῶν ζώωσον, καὶ ἀναστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσαν
ἀπογνώσεως.
Ὃν ἐπόθησας Ὅσιε, σἀρκα δι’
ὃν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν
συγχώρησιν.
Θεοτοκίον.
Ταῖς Μητρός Σου δεήσεσι,
καὶ τοῦ Σοῦ Ὁσίου Κύριε δώρησαι, τοῖς ἱκέταις Σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων
ὑπεράγαθε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἰωσὴφ τοῦ Ὁσίου, ταῖς
πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ γεένης τοὺς δούλους σου
λύτρωσαι, καὶ τῆς Βασιλείας τῶν οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνε μακρόθυμε.
Παρεστῶς τῇ Τριάδι, Πάτερ
παμμακάριστε Ἰωσὴφ Ἅγιε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε ταύτην ῥυσθῆναι
πάντας, βιωτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
Ἀναιμάκτους θυσίας,
λειτουργῶν προσέφερες Θεῷ τρισόλβιε, ἱερεὺς ὑπάρχων, τοῦ Ὑψίστου Ἰωσὴφ ἀοίδιμε,
ἀλλὰ τοῦτον Πάτερ, ἐκδυσωπῶν μὴ διαλλίπῃς, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα
καὶ στήριγμα πιστῶν πανάμωμε, ἡ Θεογεννήτορ, καὶ τῆς κτίσεως πάσης Βασίλισσα,
τοὺς ὑμνολογοῦντας τὸν Σὸν Υἱόν, λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἡ σὴ παμμάκαρ ψυχή, τοὺς
οὐρανοὺς ἐγκατώκησε, τὸ σῶμά σου δὲ τῇ γῇ, ὑπάρχον ἐξαίσια, τελεῖ τὰ τεράστια,
ψυχῶν καὶ σωμάτων, θεραπεύον τὰ νοσήματα.
Σαῖς εὐπροσδέκτοις εὐχαῖς,
συντήρει μάκαρ σεβάσμιε, τοὺς πόθῳ εἰλικρινεῖ, ψυχῆς τε ἁγνότητι, τιμῶντάς σε
ἔνδοξε, καὶ προσκαλουμένους, σοῦ τὴν ἄμαχον ἀντίληψιν.
Μεσίτην πρὸς τον Θεόν, σὲ
εὐμενῆ προβαλλόμεθα, ὦ ἱερὲ Ἰωσήφ, ὑπάρχεις γὰρ στήριγμα, καὶ καύχημα Ὅσιε, τῶν
πιστῶν καὶ κλέος, ἡμῶν Πάτερ παναοίδιμε.
Θεοτοκίον.
Ἡ βάτος τῷ Μωϋσῇ, Σὲ
προετύπου πανσεβάσμιε, Σοῦ γὰρ ὁ Λυτρωτής, τεχθεὶς ὡς ηὐδόκησε, διέσωσεν
ἄχραντε, τοὺς προσκαλουμένους, Σοῦ τὴν ἄμαχον βοήθειαν.
Διάσωσον, τῇ σῇ πρεσβείᾳ
σοὺς δούλους Ἰωσὴφ μάκαρ, ἐκ παντὸς κινδύνου καὶ θλίψεως, σὲ γὰρ ἔσομεν, πρὸς
τὸν Κύριον πρέσβυν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν
ἀναῤῥώσασθαι, τοῦ Ἰωσὴφ τῷ σεπτῶ τεμένει προσδράμωμεν, καὶ ἐγγίζοντες εὐλαβῶς
αὐτοῦ τῇ θείᾳ σορῷ, μετὰ πόθου κράξομεν αὐτῷ· ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς
νοσοῦντας ἰάσασθαι, τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων
δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.
Προκείμενον: Τίμιος
ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Ἐσκόρπισεν,
ἔδωκε τοῖς πένησι, ἡ δικαιοσύνῃ αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Εὐαγγέλιον
Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Προσπίπτωμέν Σοι Κύριε,
βοῶντες τὸ ἡμάρτομεν, μὴ παρίδῃς, ἀλλ’ οἰκτείρησον ἡμᾶς, πιστῶς προσπεφευγότας,
τῇ σκέπῃ Σου καὶ σῶσον, Ἰωσὴφ ταῖς παρακλήσεσι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἀγγέλων ὑπάρχων
ἰσοστάσιος ὄντως Πάτερ τρισόλβιε, Ἰωσὴφ θεοφόρε, ἐκλύτρωσαι κινδύνω, τοὺς ἐν
πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀμυθήτους ἀγῶνας ἐπὶ γῆς
ἠγωνίσω Ἰωσὴφ Ὅσιε, καὶ νῦν ταῖς οὐρανίαις, συνὼν χοροστασίαις, περιφρούρει
τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σεαυτὸν τῷ Κυρίῳ
προσενήνοχας Πάτερ θῦμα εὐπρόσδεκτον, Ἰωσὴφ ἀγγελόφρον, καὶ νῦν μὴ διαλίπῃς,
ἐποπτεύων τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Πανύμνητε Παρθένε ἡ Θεὸν
σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ Σου
κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ σῇ πρεσβείᾳ, τὰς τῶν
ψυχῶν ἀῤῥωστίας, τῶν σὲ τιμώντων θεραπεύεις τρισμάκαρ· ὅθεν σὲ τιμῶμεν, Ἰωσὴφ
θεοφόρε.
Πρὸς τὸν Δεσπότην, σὲ
προβάλλοντες πρέσβυν, ἀπὸ κινδύνων ἐκλυτρούμεθα μάκαρ, σαῖς πανευπροσδέκτοις,
πρὸς τὸν Θεὸν πρεσβείαις.
Τὰ τῆς ψυχῆς μου,
ἀποκάθαρον πάθη, σῇ μεσιτείᾳ θεοφόρε τρισμάκαρ, ὅπως σε γεραίρω, ὦ Ἰωσὴφ
θεόφρον.
Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν, ἁμαρτίαις
ψυχήν μου, Σῇ μεσιτείᾳ καταδρόσιον Κόρη, ὅπως Σὲ δοξάζω, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Ὅσιε
τρισμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ, σὲ
μακαρίζουσιν.
Χαρᾶς καὶ εὐφροσύνης,
ἔμπλησον θεόφρον, τοὺς προσίοντας τῷ θείῳ τεμένει σου, καὶ τὸν Δεσπότην ἀεὶ
μεγαλύνουσι.
Καταύγασον τὰς κόρας, μάκαρ
τῆς ψυχῆς μου, πεπωρωμένας καὶ τρέχειν ἐνίσχυσον, πρὸς τρίβους θείας τὸν σὲ
μακαρίζοντα.
Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες
Σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρε Σοὶ κράζομεν· Σὺ γὰρ ἐκύησας κόσμῳ τὴν
ἀγαλλίασιν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις ὁ τῆς Κρήτης γόνος
λαμπρός, χαίροις Ἐκκλησίας, ὁ ἀσύλητος θησαυρός, χαίροις τῆς Ζακύνθου, ὁ φύλαξ
καὶ προστάτης, ὦ Ἰωσὴφ τρισμάκαρ, πιστῶν τὸ καύχημα.
Ζακυνθίων νῆσος σκίρτα
λαμπρῶς, ἔχουσα τὸ σκῆνος, ἀγγελόφρονος Ἰωσήφ, ἐν ταῖς τοῦ Δεσπότου, αὐλαῖς
διηνθισμένον, φωτίζον καὶ μυρίζων πιστῶν τὸ σύστημα.
Ἀπὸ σῶν καμάτων ἀσκητικῶν,
αὔρας μυριπνόους, αἰσθανόμενοι ἐν τῷ σῷ, Ἰωσὴφ τεμένει, λαμβάνομεν ἰάσεις,
ψυχῶν τε καὶ σωμάτων· ὅθεν τιμῶμέν σε.
Χαίροις ὁ τῆς Κρήτης θεῖος
βλαστός, χαίροις ὁ Ζακύνθου, ἀπροσμάχητος βοηθός, Ἰωσὴφ τὸ κλέος, Ὁσίων καὶ ἡ
δόξα, ἡμᾶς τοὺς σὲ τιμῶντας, δεινῶς περίζωσε.
Ἔχοντες ἐξάρχουσαν τὴν
ἁγνή, Νόες σὺν Προδρόμῳ, Ἀποστόλων θεῖος χορός, Προφητῶν Μαρτύρων, Ἱεραρχῶν
Ὁσίων, ὑπὲρ ἡμῶν τὸν Κτίστην καθικετεύσατε.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ ἐκ νόσων
χαλεπῶν, καὶ κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι νῦν, ἔνθα τὰ ἰάματα,
θαυματοβρύτου σοροῦ, Ἰωσὴφ γὰρ ἐκβλύζουσι, ὡς ῥεῖθρα Νειλῶα, σπεύδοντες
προσπέσωμεν, γονυκλιτῶς ἐν κλαυθμῷ, ῥῦσαι ἐκβοῶντες· οἴκτειρον ἡμᾶς ταῖς λιταῖς
σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.
Ὄντως, ἀνεδείχθης ἐκ Θεοῦ,
ἄκρος ἀκεστὴρ ἀντιλήπτωρ, τὰ πάθη πάντων πρὸς σέ, πόθου τε καὶ πίστεως,
προσφευγότων θερμῶς, ἀναργύρως ἰώμενος, Ἰωσὴφ παμμάκαρ· ὅθεν σου δεόμεθα,
περιπτυσσόμενοι νῦν, θείαν σου σορὸν καὶ βοῶντες· οἴκτειρον ἡμᾶς ταῖς λιταῖς
σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.
Πάντας, ἡμᾶς οἴκτειρον
ἁγνή, Μῆτερ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευγότας ἐν Σοί, καὶ Σοῦ τὴν ἀντίληψιν
ἐπιζητοῦντας θερμῶς, Σὸν οἰκέτην προβάλλοντες, Ἰωσὴφ τὸν θεῖον, πρέσβυν νῦν
πανάριστον, οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι, καὶ φθορᾶς καὶ κινδύνων, καὶ
ἐπιτυχεῖν Βασιλείας, Σοῦ Υἱοῦ ἀξίωσον δεόμεθα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις
τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου