Κατηγορίες αναρτήσεων

Κυριακή 17 Ιανουαρίου 2016

ΙΑΝΟΥΑΡΙΟΥ 17. ΑΝΤΩΝΙΟΥ ΜΕΓΑΛΟΥ ΕΓΚΩΜΙΑ

ΙΑΝΟΥΑΡΙΟΥ 17.


ΑΝΤΩΝΙΟΥ ΜΕΓΑΛΟΥ


ΕΓΚΩΜΙΑ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhFgpXnKw1aa6CZ4z1ecCRqNZgiqCXksC50dtC9NqXXxZjfZUbEPlIYREsQqW2wrfi7vb61yTnNs068IuALTrB3Q0XPGfjUplWClF6HyDbstmWGLpA-lo17zxuGtCpiMidrRNQD-frerfs/s1600/St+Anthony.jpg




(Ἐκ τοῦ βιβλίου: Ἀκολουθίαι τῶν Ἁγίων Τεσσάρων Νέων τοῦ Χριστοῦ Μαρτύρων Ἀγγελή, Μανουήλ, Γεωργίου καὶ Νικολάου, τῶν ἐν Ῥεθύμνῃ τῆς Κρήτης μαρτυρησάντων· καὶ τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παμφλαγόνος. Πρὸς δὲ καὶ Μακαριστήρια· ψαλλόμενα εἰς Θεομητορικὰς Ἑορτὰς καὶ ἑορταζομένους Ἁγίους.


Ἐκδοθέντα ὑπὸ Σπ. Εὐθυμιάδου, τοῦ ἐκ Βλάτσης τῆς Μακεδονίας. Ἐν Ἐρμουπόλει Σύρου. Τύποις Γ. Μελισταγοῦς, Μακεδόνος. 1865)




Ἐγκώμια: Ψαλλόμενα ἀντὶ τοῦ Κοινωνικοῦ


Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι


Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Άντώνιε τρισμάκαρ.


Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Ἀντώνιον τὸν μέγαν.


Πνεύματος Ἁγίου, δοχεῖον ἀνεδείχθης, Ἀντώνιε θεόφρων.


Ὀρθοδόξως πᾶσιν, Ἀντώνιε τὴν πίστιν, ἐκήρυξας τὴν θείαν.


Ἔζησας ὁσίως, καὶ ὑπερκοσμίως, Ἀντώνιε παμμάκαρ.


Ἀντώνιε παμμάκαρ, σκέπε ἡμᾶς λιταῖς σου, ἐκ πάσης ἐπηρείας.


Ἐν ὄρεσι διῆγες, τὸν βίον σου παμμάκαρ, ἐν ἀρετῇ Κυρίου.


Σκληρὰν ζωὴ διῆλθες, ἀγάπῃ τοῦ Κυρίου, Ἀντώνιε παμμάκαρ.


Ἐν γήρᾳ βαθυτάτῳ, ὑπέμεινας ὁσίως, καὶ ἔλαβες στεφάνους.


Διὰ τὴν αἰωνίαν, Κυρίου βασιλείαν, ὑπέμεινας ἀνδρείως.


Ἀπέλαβες τὴν νίκην, τοῦ κόσμου θεαρέστως, διὸ καὶ ἐδοξάσθης.


Διὸ καὶ ἐδοξάσθης, παρὰ Θεοῦ Κυρίου, ἐν αἰωνιοζωΐᾳ.


Τὸ κρύος καὶ τὸ καῦμα, ὑπέμεινας γενναίως, ἐν ὅλῃ τῇ ζωῇ σου.


Τὸν ἄρχοντα τοῦ σκότους, καθεῖλες θεαρέστως, Σταυροῦ τῇ σημειώσει.


Εἰς τύπον τῆς μορφῆς σου, εἰκόνα προσκυνοῦμεν, τὴν σὴν σημαιοφόρε.


Σημαιοφόρε Πάτερ, Ἀντώνιε δυσώπει, ὑπὲρ ἡμῶν τὸ θεῖον.


Θαυμάτων θεία χάρις, Ἀντώνιε ἐδόθη, ἐν σοὶ πλουσιοτάτως.


Ὑπὲρ ἡμῶν δυσώπει, τελούντων σου τὴν μνήμην, Ἀντώνιε τὸν Κτίστην.


Μέγας ἀνεφάνης, ἐν θαύμασι καὶ λόγοις, φωστὴρ τῆς Ἐκκλησίας.


Ἱκέτευε θεόφρων, Ἀντώνιε τὸν Πλάστην, ὑπὲρ ἡμῶν ἀπαύστως.


Ἐδόθη σοι παμμάκαρ, ἡ χάρις ἐκ τοῦ θείου, ἰᾶσθαι πᾶσαν νόσον.


Δόξα. Τριαδικόν.


Πάτερ Υἱὲ καὶ Πνεῦμα, εὐχαῖς τοῦ Ἀντωνίου, ῥῦσαι ἡμᾶς γεέννης.


Καὶ νῦν. Θεοτοκίον.

Μετὰ τοῦ Ἀντωνίου, ὑπὲρ ἡμῶν δυσώπει, τὸν σὸν Υἱὸν Παρθένε.




                                    πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου