Κατηγορίες αναρτήσεων

Παρασκευή 4 Δεκεμβρίου 2015

ΠΡΟΣΕΥΧΗ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΒΑΡΒΑΡΑΝ ΙΩΑΝΝΟΥ ΔΑΜΑΣΚΗΝΟΥ

  ΠΡΟΣΕΥΧΗ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΒΑΡΒΑΡΑΝ ΙΩΑΝΝΟΥ ΔΑΜΑΣΚΗΝΟΥ
 
Ἁγία τοῦ Χριστοῦ, καὶ καλλίνικε Μάρτυς Βαρβάρα, οὐκ ἐν ἐκείνῳ μόνον τῷ χώρῳ ἣ σοι δεδωρημένη καλλονή, καὶ χάρις ἰαματικὴ περιγέγραπται, ἀλλὰ καὶ τοῖς πανταχῇ τῆς οἰκουμένης μετὰ θερμῆς σοι προσιοῦσι τῆς πίστεως, καὶ τὸ σὸν ἐτήσιον ἐκτελοῦσι μνημόσυνον, τὰ λοιμώδη θεραπεύεται τραύματα, καὶ πάσης ἡλικίας ἡ ἀηδὴς φυγαδεύεται σκῆψις καὶ ὄχλησις, ἐνέργειαί τε δαιμονιώδεις, τοῖς ἐμβριμήμασιν ἀπελαύνονται· οὐ μὴν ἀλλὰ καὶ πάντων ἐκλυτροῦνται κινδύνων καὶ περιστάσεων, οἳ σε πρὸς ἄμυναν επίκουρον προσκαλούμενοι. Καὶ ἡμῖν οὖν τοῖς πίστει σου τὴν προσηγορίαν ἀγαπῶσι καὶ τιμῶσι, καὶ δι’ αἰδοῦς ἄγουσι, καὶ τῇ ἀντιληπτικῇ σου προσφεύγοντας πρεσβείᾳ, γένοιο, ὦ Ἀθληφόρε Βαρβάρα, καὶ καλλίνικε ἀοίδιμε, καὶ ἀείμνηστε, καὶ πανεύφημε Μάρτυς, καὶ ἐννομοτάτη Αθλήτρια, τῆς τῶν οὐρανῶν βασιλείας πρόξενος καὶ ἐν πάσῃ λυπηρᾷ συμβάσει ὑπέρμαχος, καὶ πρέσβυς ἀκαταίσχυντος πρὸς τὸν πανάγαθον Χριστὸν τὸν Θεὸν ἡμων, μεθ’ οὗ τῷ Ἀνάρχῳ καὶ Ἀγεννήτῳ καὶ προσκυνητῷ Πατρί, ἅμα τῷ Ὁμοουσίῳ καὶ Ζωαρχικῷ Πνεύματι, δόξα, τιμή, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.
  
Μεγαλυνάριον.
Τὴν Μεγαλομάρτυρα τοῦ Χριστοῦ, τὴν σεμνὴν παρθένον ἀσθενούντων καταφυγή, τὴν ἐκ Νικομηδείας, καὶ Βιθυνίας χώρας, Βαρβάραν τὴν Ἁγίαν πάντες τιμήσωμεν.
Τροπάριον. Ἦχος πλ. β΄. Οὐδεὶς προστρέχων ἐπί Σοι.
Οὐδεὶς προστρέχων τῷ Ναῷ σου, κατησχυμμένος ἀπὸ σοῦ ἀπέρχεται, Μεγαλομάρτυς Βαρβάρα, ἀλλ’ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, διὰ τῆς σῆς μεσιτείας παρὰ Χριστοῦ τοῦ Θεοῦ.


                         πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου