Κατηγορίες αναρτήσεων

Κυριακή 6 Δεκεμβρίου 2015

ΔΕΚΕΜΒΡΙΟΥ 6. ΝΙΚΟΛΑΟΥ ΜΥΡΩΝ ΛΥΚΙΑΣ ΠΑΡΑΚΛΗΣΙΣ Ι. Μ. ΓΡΗΓΟΡΙΟΥ

ΠΑΡΑΚΛΗΣΙΣ

ΝΙΚΟΛΑΟΥ ΜΥΡΩΝ ΛΥΚΙΑΣ

ψαλλομένη ἐν ζάλῃ καὶ τρικυμίᾳ θαλάσσης χειμαζόμενου πλοίου καὶ κινδυνεύοντος.

Αἰτήσει μὲν τοῦ Πανοσιοελλογιμωτάτου ἁγίου Καθηγουμένου τοῦ Ἱεροῦ Κοινοβίου τῆς μονῆς τοῦ Ἁγίου Γρηγορίου Κυρίου Κύρου Συμεῶν Πελοποννησίου.

Πόνῳ δὲ οἰκτροῦ Μοναχοῦ Ἰακώβου Μελενδύτου.

Ἐν ἔτει Σωτηρίῳ ἀωνθ´. (1859), ἐν τῷ ἁγιωνύμω Ὅρει Ἄθῳ.



Μετὰ τὸν Εὐλογητόν, τὸ Κύριε εἰσάκουσον, τὸ Θεὸς Κύριος, καὶ τὰ τροπάρια. Ἦχος δ´. Τῇ Θεοτόκῳ ἐκτενῶς.

Τὸν τῶν Μυρέων ἱεράρχην φανώτατον, καὶ τὸν ἐν ζάλη τρικυμίας προφθάνοντα, Νικόλαον τὸν μέγιστον προστάτην καὶ φρουρόν, πάντες εὐφημήσωμεν πρὸς αὐτὸν ἐκβοῶντες, κόπασον τὸν κλύδωνα, καὶ διάσωσον πλοῖον, μὴ παραβλέψῃς δέησιν ἡμῶν, τῶν σὲ καλούντων δεινῶς κινδυνεύοντας.

Δόξα.

Ὡς κατὰ πάντα μιμητὴς τοῦ Σωτῆρος, καὶ χορηγὸς τῶν δωρεῶν τῶν ἐκεῖθεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου προφθάνεις ἀεί, καὶ λυτροῦσαι ἅπαντας, τρικυμίας θαλάσσης, τοὺς πιστῶς καλοῦντάς σε, ὦ Νικόλαε μάκαρ· διὸ βοῶμεν λύτρωσαι ἡμᾶς, τῆς ἐνεστώσης ἀνάγκης καὶ κλύδωνος.

Καὶ νῦν. Θεοτοκίον.

Ὡς ὑπέρ ἔννοιαν Θεὸν τετοκυῖα, καὶ ὑπὲρ φύσιν ἐκτελεὶς τὰ τεράστια, καὶ τὰς δυνάμεις πάναγνε Πανύμνητε, τοῖς προσκαλουμένοις σέ, ἐν θαλάσσῃ καὶ χέρσῳ σῴζουσα ἐκ κλύδωνος, τρικυμίας καὶ σάλου, ἀλλὰ καὶ νῦν διάσωσον ἡμᾶς, τῆς ἐνεστώσης ἀνάγκης δεόμεθα.


Ὁ Ν´, καὶ ὁ κανῶν τοῦ Ἁγίου μετὰ τῆς Θεοτόκου.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Τῶν σῶν θαυμάτων ἀστραπὰς Νικόλαε, ἐκπέμπων ἅπασι, καὶ δαδούχων μάκαρ, πᾶσαν τὴν ὑφήλιον, καὶ νῦν ἡμῖν ἀπόστειλον, τρικυμίας τὸν σάλον, τὸν ἐνιστάμενον κόπασον, πνιγμονῆς θαλάσσης ῥυόμενος.

Νῦν καταιγίδες χαλεπαὶ ἐφώρμησαν κατὰ τοῦ πλοίου ἡμῶν, καὶ βυθῷ θαλάσσης, αὔτανδρον βυθίζουσιν, ἀλλὰ προφθάσας Ἅγιε, ῥῦσαι τάχος κινδύνου, ὡς πάλαι πλοῖα διέσωσας, ἐκ πνιγμοὺ τρισμάκαρ Νικόλαε.

Μήτηρ Θεοῦ σὺν Νικολάου φθάσατε ἐπικουρίαν ἡμῖν, τῇ νῦν καταιγίδι, τάχος ἀπονέμοντες, βοήθειαν καὶ σώσατε, ἐν βυθῷ ἀπωλείας, καταντλουμένους οἰκτείρατε, καὶ πικροῦ θανάτου λυτρώσατε.


Θεοτοκίον.

Οὐ σιωπῶμεν τοῦ βοᾶν τρανώτατα ἐκ κατωδύνου ψυχῆς, μέγιστε προστάτα, ἱερὲ Νικόλαε, μετὰ τῆς Θεομήτορος, ἐξελοῦ ἐκ κινδύνου, τῆς ζάλης ταύτης ὡς ἔσωσας, βυθοῦ καὶ θανάτου σοὺς πρόσφυγας.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Τρικυμίᾳ θαλάσσης καὶ χαλεπῶν κλύδωνι, νῦν περιπεσόντες τὴν σὺν βοήθειαν ὄρεξον, καὶ σάλον κόπασον, ὡς ἀγαθὸς κυβερνήτης, καὶ τὸ πλοῖον λύτρωσαι μάκαρ Νικόλαε.

Καταιγίδες ὑδάτων τρικυμιῶν πέλαγος, νῦν καταλαβοῦσαι τὸ σκάφος καταποντίσαι ἡμᾶς, εἰς βυθὸν σπεύδουσιν, ἀλλ’ ὦ Νικόλαε τάχος, πρόφθασον βοήθησον μὴ ἀπολλύμεθα.

Ἱλαστήριον οὖσα τῆς λογικῆς φύσεως, μόνη Μητροπάρθενε λύτρωσαι κλύδωνος, τοῦ νῦν συνέχοντος, καὶ εἰς βυθὸν ἀπωλείας, νῦν ἡμᾶς καθέλκοντος τῇ προστασίᾳ σου.

Θεοτοκίον.

Σὺν σοφῷ Νικολάῳ ὦ Μαριὰμ Δέσποινα, σάλον τῆς θαλάσσης πρᾴϋνον νῦν καὶ διάσωσον, πλοῖον ποντώσεως, ὅπως σωθέντες ὑμνῶμεν, τὸ ἄμετρον ἔλεος τῆς δυναστείας σου.

Διάσωσον, ἀπὸ κινδύνου θαλάσσης τὸν πλοῦν ἡμῶν ἱεράρχα, καὶ κατεύνασον τὴν ζάλην καὶ σάλον, ὡς ἕτοιμος βοηθὸς ἐν ἀνάγκαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμός, καὶ μέγιστος ὑπέρμαχος, μεσίτης στεῤῥὸς πρὸς Θεὸν ἀνεπαίσχυντος, σὺ ὑπάρχεις Ἅγιε, πάντων τῶν ἐπικαλουμένων σε, διὸ σῶσον πλοῖον ἐκ τοῦ κλύδωνος, προφθάσας νῦν μέγιστε Νικόλαε.


ᾨδὴ δ΄. Σύ μου ἰσχύς.

Δεῦτε θερμῶς τῷ Νικολάῳ προσπέσωμεν, ἐν πελάγει, σάλου κινδυνεύοντες, καὶ πρὸς αὐτὸν δάκρυσι θερμοῖς, κράξωμεν βοῶντες, σῶσον ἡμᾶς κινδυνεύοντας, πνιγμονῆς τοῦ σκάφους, ὡς προστάτης καὶ ῥύστης, ἵνα πόθῳ σὲ μάκαρ γεραίρομεν.

Ὅλῃ ψυχῇ, σὲ τὸν θερμὸν ἀντιλήπτορα, δυσωποῦμεν, μέγιστε Νικόλαε, πρόφθασον λύτρωσαι νῦν ἡμᾶς, κλύδωνος θαλάσσης, καὶ σῶσον τοὺς κινδυνεύοντας, ὡς ἔσωσας τὸ πάλαι, χαλαιποῦ ναυαγίου, τοὺς ὁμοίως ἡμῖν κινδυνεύοντας.

Πρὸς Σὲ ἁγνή, μετὰ Θεὸν καταφεύγομεν, ὁλοψύχως, σὲ καθικετεύοντες ὑπὸ σφοδροῦ λαίλαπος δεινοῦ, φερόμενοι βία ὁλοσχερῶς κινδυνεύοντες διὸ πρὸς σὲ βοῶμεν, σὺν σοφῷ Νικολάῳ, ναυαγίου πικροῦ ἡμᾶς σώσατε.


Θεοτοκίον.

Πῶς σου ἁγνή, τὴν θείαν δόξαν θεάσομαι; πῶς εἰκόνα, θείαν σου ἀσπάσομαι; φευκτὸς ὑπάρχων καὶ ἐναγής, ἀλλὰ δέομαί σου, τῆς κατεχούσης ἀνάγκης με, καὶ σάλου τρικυμίας, νῦν προφθάσασα σῶσον, Νικολάου τοῦ θείου ἐντεύξεσιν.


ᾨδὴ ε΄. Ἵνα τι μὲ ἀπώσω.

Μέγα ὄντως τὸ κλέος, μέγα τὸ ἀξίωμα τὸ σὸν Νικόλαε, πανταχοῦ γὰρ πᾶσι, τοῖς πιστῶς σὲ καλοῦσι τὸ ὄνομα, ἐν ὑγρᾷ καὶ χέρσῳ σῴζεις κινδύνων καὶ θανάτου, διὸ πόθῳ καὶ πίστει τιμῶμέν σε.

Ἐν νυκτὶ καὶ ἡμέρᾳ, σοῦ τὸ θεῖον ὄνομα ἐπικαλούμεθα, ἐν παντὶ οὖν τόπῳ, καὶ θαλάσσῃ Νικόλαε φύλαττε, ἐκ παντὸς κινδύνου, καὶ ἐπηρείας ἐναντίας, τοὺς τιμῶντας τὴν θείαν εἰκόνα σου.

Στερεὰς καὶ θαλάσσης, τοὺς κινδύνους σκεδάζεις Δέσποινα, ἅμα Νικολάῳ, σῷ θεράποντι πλοῖα ποντούμενα, διασώζεις ὅθεν, καὶ νῦν ἡμᾶς τῆς καταιγίδος, σὺν τῷ πλοίῳ διάσωσον τάχιστα.

Θεοτοκίον.

Ἱλασμὸς ἡμῖν κόρη, καὶ πταισμάτων λύτρωσις καὶ μέγα ἔλεος, ἀνεδείχθη πᾶσιν, ὁ Υἱὸς καὶ Θεός σου τοῖς πίστει σε, ἐπικαλουμένοις, διὸ ἐκ ζάλης θαλαττίου, ἡμᾶς σῶσον ὡς πάντα ἰσχύουσα.


ᾨδὴ ς´. Τὴν δέησιν ἐκχεῶ.

Προστάτην σε, ἱερὸν καὶ πρόμαχον, καὶ φρουρὸν ἐν πολυτρόποις κινδύνοις, θαυματουργέ, ὦ Νικόλαε μάκαρ, ἔχομεν πάντας διό σου δεόμεθα, κατεύνασον τὴν ταραχήν, καὶ λιμένα πρὸς εὔδιον ἴθυνον.

Κηρύττει σου, γῆ καὶ θάλασσα μάκαρ, τῶν θαυμάτων σου τὰ πλήθη ἃ πάλαι, καὶ νῦν τελεῖς καθεκάστην τοῖς πᾶσι, τοῖς προσκαλοῦσι τὸ θεῖόν σου ὄνομα, διάσωσον οὖν καὶ ἡμᾶς, ἐκ βυθοῦ ἀπωλείας Νικόλαε.

Ἐκύκλωσε, καταιγὶς ἡμῶν πλοῖον, καὶ κλυδώνιον θαλάσσης Παρθένε, ἀγριωπῶς, τῶν ἀνέμων ἡ βία, ἀλλὰ τῷ σῷ παναγίῳ ὀνόματι, καὶ κλήσει θεράποντας τοῦ σοῦ, Νικολάου ἡμᾶς διασώσατε.

Θεοτοκίον.

Ὅ ἔμψυχος, τοῦ Χριστοῦ παράδεισος, ἡ Ἐδὲμ ἡ τοῦ Ἀδὰμ τοῦ δευτέρου, ὁ φλογερὸς καὶ πυρίμορφος θρόνος, ὁ ὑψηλὸς οὐρανὸς Μητροπάρθενε, διάσωσον τῆς φοβερᾶς, τρικυμίας ἡμᾶς κινδυνεύοντας.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς σοὺς ἱκέτας, ὦ Νικόλαε θεράπων Κυρίου, καὶ παντοίας ἐπιφορὰς τοὺς τιμῶντάς σε, ὡς ἕτοιμος βοηθὸς ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.




Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Προστασία τῶν σῶν ἱκετῶν ἀνεπαίσχυντε, μεσιτεία πρὸς Θεὸν καὶ ὀξεῖα ἀντίληψις, μὴ παρίδῃς ἁμαρτωλῶν προσφυγών σου φωνάς, ἀλλὰ πρόφθασον ὡς συμπαθής, καὶ ἐξελοῦ ἡμᾶς δεινῆς, ποντώσεως τρικυμίας χαλεπῆς, τάχυνον ἐν ἀνάγκαις, βοήθησον ἐν κινδύνοις, ὁ προστατεύων ἐν δεινοῖς ἱερότατε Νικόλαε.


Προκείμενον: Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοι σοῦ ἀγαλλιάσονται.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.


Εὐαγγέλιον κατὰ Ματθαῖον. Κεφ. ΙΔ´.

Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύξασθαι· ὀψίας δὲ γενομένης μόνος ἧν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἧν βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἧν γὰρ ἐνάντιος ὁ ἄνεμος. Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτός, ἦλθε πρὸς αὐτοὺς ὁ Ἰησοῦς περιπάτων ἐπὶ τῆς θαλάσσης. Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατούντα, ἐταράχθησαν λέγοντες, ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος, εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρὸς σὲ ἐλθεὶν ἐπὶ τὰ ὕδατα. Ὁ δὲ εἶπεν· ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος, περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρόν, ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξε λέγων· Κύριε σῶσόν με. Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτεῖνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! εἰς τὶ ἐδίστασας; Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐπετίμησε τοῖς ἀνέμοις, καὶ τῇ θαλάσσῃ, καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ ἐθαύμασαν οἱ ἄνθρωποι λέγοντες· ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; Καὶ προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ. Καὶ διαπεράσαντες ἦλθον, καὶ προσωρμίσθησαν εἰς τὴν γῆν Γεννησαρέτ.

Δόξα: Ταῖς τοῦ Ἱεράρχου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Στ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεὸς... Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἱεράρχα μέγιστε, καὶ λειτουργὲ τοῦ Κυρίου, θαυμαστὲ Νικόλαε, τῶν πιστῶν τὸ καύχημα, καὶ ἐντρύφημα, ἱερέων δόξα, μοναζόντων ἐγκαλλώπισμα, δικαίων πρόμαχε, καὶ τῶν ἐν θαλάσσῃ διάσωσμα, κινδύνου ἡμᾶς λύτρωσαι, τοὺς προσκαλουμένους σὸν ὄνομα, ζάλης τε καὶ τρικυμίας, δαιμόνων ἐπιθέσεως δεινῆς, καὶ σωτηρίας ἀξίωσον, τοὺς παρακαλοῦντάς σε.



ᾨδὴ ζ´. Παῖδες ἑβραίων ἐν καμίνῳ.

Σκέπη τῇ σῇ καὶ προστασίᾳ, καταφεύγομεν Νικόλαε τρισμάκαρ, τρικυμίας δεινῆς δεόμεθα ῥυσθῆναι, προφθάσας οὖν διάσωσον, ποντώσεως τὸ πλοῖον.

Ἵνα σε πόθῳ ἀνυμνοῦμεν, καὶ γεραίρομεν Νικόλαε τρισμάκαρ, τρυκυμίας δεινῆς, διάσωσον τὸ πλοῖον, καὶ ἐκ θανάτου λύτρωσαι, τοὺς πιστῶς σὲ προσκαλοῦντας.

Ὅλην ψυχῆς ἡμῶν ἐλπίδα, ἀνεθέμεθα πρὸς σὲ τὴν Θεοτόκον, ἅμα θείῳ ἡμῶν προστάτῃ Νικολάῳ, προφθάσαντες οὖν ῥύσατε, πνιγμονῆς ἡμῶν τὸ πλοῖον.

Θεοτοκίον.

Θεοτόκε Παρθένε ἡ τεκοῦσα, τὸν Σωτῆρα Χριστὸν διάσωσον σοὺς δούλους, ζάλης κλύδωνος θαλάσσης, νῦν φερομένης, καὶ εἰς λιμένα εὔδιον, ἡμᾶς εὔθυνον ἐν τάχει.


ᾨδὴ η΄. Τῶν ἐν ὄρει ἁγίῳ.

Νῦν τὰ ἄνω βασίλεια τρισμάκαρ, σὺν Ἀγγέλοις οἰκεῖς τὸν πάντων κτίστην, Θεὸν ὑμνῶν καὶ σῴζων τοὺς καλοῦντας, σάλου καὶ ζάλης Νικόλαε πάντας, ὡς εὐμενὴς προστάτης.

Ἐντρυφῶντες θαυμάτων σου τὰ πλήθη, ἅπερ βρύει ὁ θεῖος χαρακτήρ σου, εὐχαριστίοις ὕμνοις σε γεραίρομεν, ζάλης λυτρωθέντες, Νικόλαε παμμάκαρ.

Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα.

Ἐκ παντοίων δεινῶν ἐπερχομένων, Θεοτόκε σὺν θείῳ Νικολάῳ, καὶ τρικυμίας ζάλης καὶ ποντώσεως, ῥύσατε τοὺς μέλποντας, καὶ ὑμνολογοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἀνωτέραν ἁπάντων ποιημάτων, ὁ τῶν πάντων Θεός τε καὶ Δεσπότης, σὲ ὡς αὐτοῦ Μητέρα σεμνὴ ἔδειξεν, ὅθεν διασῴζεις, πλοῖα ἀπὸ ζάλης, προσφύγων σου Παρθένε.


ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Λαμπρὸς καὶ παμφαής σου ὁ χαρακτήρ, τῆς εἰκόνος Νικόλαε μέγιστε, πέλει καὶ γάρ, Κύριον δοξάσας ὡς ἀληθῶς, αὐτὸς σὲ ἀντεδόξασε, χάριν δεδωκώς σοι, σῴζειν πικράς, θαλάσσης τρικυμίας, τοῖς πόθῳ σὲ καλοῦσι, καὶ αἰτουμένοις σὴν ἀντίληψιν.

Παράσχου τοῖς τιμῶσί σε εὐλαβῶς, παμμακάριστε μάκαρ Νικόλαε, λύσιν παθῶν, καὶ πταισμάτων ἄφεσιν ταῖς λιταῖς, καὶ τρικυμίας λύτρωσαι, θαλάσσης πνιγμού τε τοῦ χαλεποῦ, ὅπως σε κατὰ χρέος, δοξάζομεν ἀπαύστως, τὸν ἐπαξίως σε δοξάσαντα.



Οὔκ ἐστιν ὅστις πέφευγε πρὸς τὴν σήν, προστασίαν Νικόλαε πώποτε, καὶ οὗ τῆς σῆς, ἀπήλαυσε τάχιστα ἀρωγῆς, διὸ καὶ νῦν διάσωσον, πλοῖον χειμαζόμενον ἐκ βυθοῦ, θαλάσσης κυμαινούσης, ὅπως σὲ ἐπαξίως, τὴν σὴν ἀντίληψιν γεραίρομεν.

Θεοτοκίον.

Φωνὰς τῶν ἱκετῶν σου ὡς ἀγαθή, μὴ παρίδῃς πανάμωμε Δέσποινα ἀλλ’ εὐμενῶς, πρόσδεξαι καὶ λύτρωσαι ἐκ δεινῆς, τὸ πλοῖον τρικυμίας νῦν, καὶ τοῦ ναυαγίου τοῦ χαλεποῦ, καὶ ἴθυνον πρὸς ὅρμον, λιμένος σωτηρίου, ὅπως ἀεὶ σὲ μακαρίζομεν.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς...

Σκέπε φρουρεῖ φύλαττε ἱερέ, Νικόλαε μάκαρ, τοὺς καλοῦντάς σε εὐλαβῶς· καὶ ῥῦσαι κινδύνου, καὶ πνιγμονῆς τὸ πλοῖον, ποντούμενον ἐκ ζάλης, προφθάσας τάχιστα.

Ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, τῶν σοι προστρεχόντων, τὰ αἰτήματα ἐκπληροίς· τὰ πρὸς σωτηρίαν, διὸ χειμαζόμενους, διάσωσον κινδύνου μάκαρ Νικόλαε.

Μέγιστος ὑπάρχεις ἡμῶν φρουρός, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ βοηθός, σώστης τρικυμίας, Νικόλαε τρισμάκαρ, διό σε κατὰ χρέος ὕμνοις γεραίρομεν.

Ταῖς θεοφεγγέσι μαρμαρυγαῖς, ἐκλελαμπρυσμένος, καὶ θαυμάτων ταῖς ἀστραπαῖς, πάντας καταυγάζων, Νικόλαε παμμάκαρ, σῶσον ἡμᾶς κινδύνου, ζάλης καὶ κλύδωνος.

Ὡς νειλῷα ῥεῖθρα οὕτω τὰ σά, πλήθη τῶν θαυμάτων τοὺς προστρέχοντας εὐλαβῶς, θείῳ σοῦ τεμένει, ποτίζουσιν ἀφθόνως, καὶ σῴζεις ναυαγίου πλοῖα Νικόλαε.

Δέχου τὰς αἰτήσεις Παμβασιλεῦ, τοῦ θεράποντός σου, Νικολάου τοῦ θαυμαστοῦ, καὶ ἡμᾶς κινδύνου, θαλάσσης καὶ τὸ πλοῖον, διάσωσον ἐν τάχει, πικρὰς ποντώσεως

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...


Τὸ τρισάγιον καὶ τὰ τροπάρια. Ἐλέησον ἡμᾶς Κύριε... κλπ. Εἰς τὸν ἀσπασμόν. Ἦχος β΄. Πάντων προστατεύεις.

Πάντες οἱ ἐν ζάλαις χαλεπαῖς, καὶ κινδύνοις ἄλλοις παντοίοις, δεινῶς θλιβόμενοι, ἔνθα τὰ θαυμάσια, τοῦ ἱεράρχου πατρός, Νικολάου ἐκβλύζουσιν, ὡς ῥεῖθρα νειλῷα, σπεύδοντες προφθάσωμεν γονυκλιτῶς ἐν κλαυθμῷ, ῥῦσαι ἐκ κινδύνων βοῶντες, ζάλης τρικυμίας θαλάσσης, καὶ πνιγμοῦ τὸ πλοῖον καὶ τοὺς δούλους σου.

Θεοτοκίον.

Πάντας ἡμᾶς οἴκτειρον ἁγνή, τοὺς προσκαλουμένους σὲ πόθῳ, καὶ αἰτουμένους θερμῶς, καὶ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦντας πιστῶς, καὶ τὴν ζάλην κατεύνασον, θαλάσσης καὶ σάλου, πάντας καὶ διάσωσον ἐκ ναυαγίου πικροῦ, ῥύσαι πνιγμονῆς καὶ κινδύνου, πλοῖον καὶ ἡμᾶς Παναγία, σὲ γὰρ μόνην πρόμαχον κεκτήμεθα

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Καὶ ἀπόλυσις





                           πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου