Κατηγορίες αναρτήσεων

Παρασκευή 4 Δεκεμβρίου 2015

ΔΕΚΕΜΒΡΙΟΣ 4!! ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΣΕΡΑΦΕΙΜ ΦΑΝΑΡΙΟΥ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κεκτημένος τῶν θαυμάτων τὴν χάριν, Ἱερομάρτυς Σεραφεὶμ θεοφόρε, τοῖς ἐν ἀνάγκαις βοηθεῖς ἑκάστοτε· ὅθεν ἡμᾶς λύτρωσαι, συμφορῶν καὶ κινδύνων, καὶ τῆς πικρᾶς μάστιγος, λοιμικῶν νοσημάτων· σὺ γὰρ προστάτης μέγιστος ἡμῶν· διὸ τῇ θείᾳ σου, κάρᾳ προσπίπτομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σεραφείμ, δέχου ἡμῶν δεήσεις. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Συνέχομαι κλύδωνι χαλεπῷ, παθῶν ἀκαθάρτων, ὧν με λύτρωσαι τῆς φθορᾶς, τῇ σῇ ὀξυτάτῃ ἀντιλήψει, θαυματουργὲ Σεραφεὶμ ἱκετεύω σε.
Ἐν πόνοις σε ἔχοντες ἰατρόν, καὶ ἐν τοῖς κινδύνοις, ἑτοιμότατον βοηθόν, πάσης ἐκλυτρούμεθα ἀνάγκης, θαυματουργὲ Σεραφεὶμ τῇ πρεσβείᾳ σου.
Ῥυσθῆναί με πάσης ἐπιβουλῆς, καὶ νόσου καὶ βλάβης, καθικέτευε Σεραφείμ, τὸν σὲ θαυμαστώσαντα Δεσπότην, καὶ τῶν πταισμάτων διδόναι μοι ἄφεσιν.
Θεοτοκίον.
Ἀφράστως τεκοῦσα μετὰ σαρκός, τὸν ἄναρχον Λόγον, ἐξ αἱμάτων Σου τῶν ἁγνῶν, ἁγνόν με συντήρει Θεοτόκε, καὶ τῇ ψυχῇ καὶ τῷ σώματι δέομαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Φωταυγῆ ὡς ἀστέρα ἀρτιφανῶς λάμψαντα, ἄθλοις μαρτυρίου σε Πάτερ, καταπλουτήσαντες, σκότους τῶν θλίψεων, τῇ πρὸς Θεόν σου πρεσβείᾳ, Σεραφεὶμ λυτρούμεθα, ὑμνολογοῦντές σε.
Ἐκ πηγῶν οὐρανίων ἡ θαυμαστὴ κάρα σου, ἐπαρδευομένη ἀΰλως, βλύζει τοῖς χρήζουσι, χύδην τὰς χάριτας, φθοροποιῶν νοσημάτων, Σεραφεὶμ ξηραίνουσα, ἅπαντα βόρβορον.
Ἱλασμὸν ἡμῖν αἴτει καὶ τῶν παθῶν λύτρωσιν, καὶ δυσχερειῶν τῶν ἐν βίῳ, λύσιν ἑκάστοτε· σὲ γὰ κεκτήμεθα, πρὸς τὸν Θεὸν μέγαν πρέσβυν, Σεραφεὶμ τὴν χάριν σου, ἐπιβοώμενοι.
Θεοτοκίον.
Μητρικαῖς Σου πρεσβείαις πρὸς τὸν ἐκ Σοῦ λάμψαντα, Κεχαριτωμένη Παρθένε, ὑπὲρ κατάληψιν, δίδου ἑκάστοτε, χαρὰν καὶ φῶς καὶ εἰρήνην, τοῖς ὡς Θεοτόκον Σε, ἁγνὴν δοξάζουσιν.
Διάσωσον, Ἱερομάρτυς Κυρίου ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ βοηθὸς ἐν θλίψεσιν, ἐδόθης ἡμῖν, παρὰ Θεοῦ μακάριε· διὸ
ἡμᾶς φύλαττε, ἀσινεῖς ἀπὸ πάσης κακώσεως, Σεραφεὶμ καὶ ἐκ πάσης πληγῆς, τοὺς μέλποντας Πάτερ τοὺς ἀγῶνάς σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δωρεῶν τῶν τοῦ Πνεύματος, Σεραφεὶμ πηγάζων χάριν τὴν ἄφθονον, θεραπεύεις τὰ νοσήματα, καὶ ὑγείαν νέμεις τοῖς αἰτοῦσί σε.
Ἱλαρῷ Πάτερ ὄμματι, ἴδε ἀοράτως τοὺς καταφεύγοντας, Σεραφεὶμ τῇ προστασίᾳ σου, καὶ παράσχου τούτοις τὰ αἰτήματα.
Χαλεπῶν περιστάσεων, καὶ ἀλλεπαλλήλων πόνων καὶ θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, Σεραφεὶμ ὡς θεῖος ἡμῶν ἔφορος.
Θεοτοκίον.
Ὀδυνώμενον ῥῦσαί με, συνοχῆς Παρθένε τῆς ἐπελθούσης μοι, καὶ γαλήνην τῇ καρδίᾳ μου, δίδου Θεοτόκε ἱκετεύω Σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕπερθεν ἡμᾶς, ἐποπτεύοις Πάτερ ἵλεως, Σεραφεὶμ θαυματουργὲ ἀποσοβών, ἀφ’ ἡμῶν τοῦ πολεμίου τὰ βουλεύματα.
Ἤθλησας στεῤῥῶς, καὶ θαυμάτων χάριν εἴληφας, καὶ παρέχεις Σεραφεὶμ θαυματουργέ, τοῖς αἰτοῦσι τὰς αἰτήσεις συμπαθέστατα.
Μέγας ἀρωγός, καὶ προστάτης καὶ ὑπέρμαχος, ἀνεδείχθης Σεραφεὶμ θαυματουργέ, τοῖς ἐν πίστει καταφεύγουσι τῇ κάρᾳ σου.
Θεοτοκίον.
Ὤφθης τοῦ Θεοῦ, Θεοτόκε Μήτηρ ἄφθορος· δὸ λύτρωσαι παθῶν φθοροποιῶν, τοὺς δοξάζοντας τὰ θεῖα μεγαλεῖά Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νοσήματα, λοιμικὰ θεραπεύεις, καὶ παρέχεις τοῖς νοσοῦσιν ὑγείαν, λαβὼν θεόθεν ἐξαίρετον χάριν, θαυματουργὲ Σεραφεὶμ ἀξιάγαστε· διὸ τῆς λύμης τῆς αὐτῶν, ἀνωτέρους ἡμᾶς ἀεὶ φύλαττε.
Δυνάμει, τοῦ Παρακλήτου πηγάζει, ἡ ἁγία σου καὶ πάντιμος κάρα, ἁγιασμόν, καὶ ἰάματα πλεῖστα, καὶ λοιμικὰ καταπαύει νοσήματα, ὧν τῆς φθορᾶς καὶ προσβολῆς, ἀνωτέρους ἡμᾶς Πάτερ φύλαττε.
Ἐκ πάσης, ἐπιφορᾶς ὀλεθρίου, καὶ πικρῶν δυσπραγιῶν καὶ κινδύνων, καὶ συνοχῆς, πονηρᾶς καὶ μανίας, τῶν ἀκαθάρτων πνευμάτων ἀπάλλαξον, Ἱερομάρτυς Σεραφείμ, τοὺς προστάτην σε μέγιστον ἔχοντας.
Θεοτοκίον.
Ἡ πύλη, ἡ κεκλεισμένη καὶ θεία, ἣν διώδευσεν ὁ πάντων Δεσπότης, κεκλεισμένην αὐτὴν καταλείψας, τῆς μετανοίας μοι πύλας διάνοιξον, Θεογεννῆτορ Μαριάμ, τῶν παθῶν τὰς εἰσόδους μοι κλείουσα.
Διάσωσον, Ἱερομάρτυς Κυρίου ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς δεδεγμένος θεόθεν πλουσίαν χάριν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἱεράρχης καὶ Μάρτυς ἀήττητος, θαυματουργὲ Σεραφεὶμ ἀξιάγαστε, παρέχεις ἀπαύστως βοήθειαν, τοῖς προσιοῦσιν ἐν πίστει τῇ κάρᾳ σου, ἣν Πάτερ Χριστὸς ἐθαυμάστωσε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. Κεφ.  10:1, 10:5-8
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὤφθης ἐνθεώτατος, ὡς Ἱεράρχης θεόφρον, καὶ Μάρτυς στεῤῥότατος, Ὡς ἀθλήσας Ἅγιε ἀνδρικώτατα· ὅθεν νῦν πρέσβευε, πάσης ἁμαρτίας, καὶ παθῶν ἐπαναστάσεως, ῥύεσθαι πάντοτε, καὶ ἀῤῥωστημάτων καὶ θλίψεων, καὶ τῆς πανώλους ἔνδοξε, τῆς ἐπιφερούσης τὸν ὄλεθρον, τοὺς ἐν κατανύξει, τιμῶντάς σε παμμάκαρ Σεραφείμ, καὶ προσκυνοῦντας ἐκ πίστεως, τὴν ἁγίαν κάραν σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σωτηρίαν ἐξαίτει καὶ παθῶν ἀκαθάρτων τὴν ἀπολύτρωσιν, καὶ πάσης ἀθυμίας, ἀπαλλαγὴν ταχεῖαν, Σεραφεὶμ ἱερώτατε, τοῖς προσιοῦσι θερμῶς, τῇ θείᾳ σου πρεσβείᾳ.
Ἐκ λοιμοῦ τοῦ πανώλους ἀπαλλάττει ταχέως χάρις ἡ ἔνθεος, τῆς θείας κεφαλῆς σου, σοφὲ Ἱερομάρτυς, δοξασθείσης ἐν Πνεύματι, τοὺς προσιόντας αὐτῇ, θερμῇ ἐν εὐλαβείᾳ.
Ἰατρεῖον πλουτοῦντες καὶ προσφύγιον μέγα τὴν θείαν κάραν σου, ῥυσθείημεν κινδύνων, καὶ νόσων πανωδύνων, τῇ αὐτῆς θείᾳ χάριτι, θαυματουργὲ Σεραφείμ, οἱ σὲ ὑμνολογοῦντες.
Θεοτοκίον.
Σαρκωθεὶς ἀποῤῥήτως ἐξ ἀχράντου γαστρός Σου ὁ ὑπερούσιος, ἐθέωσε τὴν φύσιν, ἡμῶν δι’ εὐσπλαγχνίαν, Θεοτόκε πανύμνητε· Ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ παντὸς τοῦ κόσμου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοῦ παμμάκαρ, τοῖς ἐν κινδύνοις τελοῦσι, καταφύγιον καὶ ῥύστης καὶ προστάτης, Σεραφεὶμ κουφίζων, ὀδύνας τε καὶ πόνους.
Ἔχοντες Πάτερ, σὲ βοηθὸν ἐν ἀνάγκαις, λυτρωθείημεν τῇ σῇ ἐπιστασίᾳ, Σεραφεὶμ ἐκ πάσης, κακίστης ἐπηρείας.
Ῥῶσιν παράσχου, καὶ θλιβερῶν συμπτωμάτων, τοῖς προσπίπτουσι τῇ θείᾳ κεφαλῇ σου, Σεραφεὶμ τρισμάκαρ, ὡς συμπαθὴς τὴν λύσιν.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τὴν ἐναγῆ μου καρδίαν, ἀποκάθαρον τοῦ Σοῦ ἐλέους ῥείθροις, καὶ τοῦ νοός μου πᾶσαν, ἀπέλασον σκοτίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνόμιλος Ἀγγέλων, Σεραφεὶμ τυγχάνων, σὺν αὐτοῖς πάντοτε πρέσβευε Ἅγιε, ὑπὲρ ἡμῶν τῷ πλουσίως σε θαυμαστώσαντι.
Ἰάτρευσον τὸ ἄλγος, Πάτερ τῆς ψυχῆς μου, καὶ τῶν θλιβόντων δεινῶν με ἀπάλλαξον, οἷα θερμός μου προστάτης Σεραφεὶμ ἔνδοξε.
Μαστίγων ὀλεθρίων, καὶ ἐπερχομένων, δυσχερειῶν ἀνωτέρους διάσωζε, Ἱερομάρτυς τοὺς πόθῳ σὲ μακαρίζοντας.
Ὁ μέγας πολιοῦχος, ἡμῶν καὶ μεσίτης, πρὸς τὸν Χριστὸν Σεραφεὶμ παμμακάριστε, μὴ διαλίπῃς παρέχων ἡμῖν τὴν χάριν σου.
Θεοτοκίον.
Ὑμνοῦμέν Σου τὴν δόξαν, κεχαριτωμένη, καὶ ἐκ βαθέων καρδίας βοῶμέν Σοι· σκέπε Παρθένε καὶ σῷζε ἡμᾶς τοὺς δούλους Σου.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Φαναρίου θεῖος ποιμήν· χαίροις Ἐκκλησίας, ἡ νεόφωτος λαμπηδών· χαίροις ὁ ἀθλήσας, στεῤῥῶς ὑπὲρ Κυρίου, ὦ Σεραφεὶμ τρισμάκαρ, ἀξιοθαύμαστε.
Ἤθλησας ἀνδρείως ὑπὲρ Χριστοῦ, καὶ αἱμάτων ῥείθροις, τὴν στολήν σου τὴν ἱεράν, Σεραφεὶμ φοινίξας, εἰσῆλθες μετὰ δόξης, πρὸς τὸν ναὸν Κυρίου, τὸν ὑπερκόσμιον.
Ὤφθη ἰατρεῖον θείᾳ ῥοπῇ, ἡ σεπτή σου κάρα, Ἱεράρχα πᾶσι πιστοῖς· βρύει γὰρ ἀπαύστως, ἰάσεων τὰ ῥεῖθρα, καὶ τὴν λοιμώδη νόσον, ἐλαύνει τάχιστα.
Χώρα τῶν Ἀγράφων χαίρει ἐν σοί, καὶ σὺν τῇ Κορώνῃ, τὸ Φανάριον ἀληθῶς, καὶ Καρδίτσα Πάτερ, προστάτην σε πλουτοῦσαι, ὦ Σεραφεὶμ ἃς σκέπε, τῇ ἀντιλήψει σου.
Ἐν ξύλῳ πασσάλου θανατωθείς, τῆς ζωῆς τῷ ξύλῳ, ἀνελήλυθας ἐν χαρᾷ, καὶ ἀθανασίας, καρποὺς πλουσίως δρέπῃ, ὦ Σεραφεὶμ παρέχων, ἡμῖν τὰ κρείττονα.
Πάντας τοὺς ὑμνοῦντάς σε εὐλαβῶς, πικρῶν νοσημάτων, καὶ κινδύνων καὶ πειρασμῶν, Σεραφεὶμ ἀτρώτους, καὶ ἀβλαβεῖς συντήρει, καὶ τῇ σῇ ποίμνῃ δίδου, τὴν εὐλογίαν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ πρὸς Θεὸν ἱκεσίᾳ, καὶ ἀντιλήψει θερμῇ, Σεραφεὶμ μακάριε, Ἱερομάρτυς Χριστοῦ, πάσης θλίψεως λύτρωσαι, καὶ πόνων καὶ νόσων, πᾶσι παρεχόμενος, τὴν εὐλογίαν σου, λύσιν δὲ πταισμάτων ἐξαίτει, καὶ πειρατηρίων παντοίων, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


                       πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου