Κατηγορίες αναρτήσεων

Δευτέρα 30 Νοεμβρίου 2015

ΝΟΕΜΒΡΙΟΥ 30. ΑΝΔΡΕΑΣ ΑΠΟΣΤΟΛΟΣ ΧΑΙΡΕΤΙΣΜΟΙ

ΧΑΙΡΕΤΙΣΜΟΙ
 
http://www.saint.gr/filesnew/06/2785/photos/ApostolosAndreas05.jpg
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ,
Τῷ Πρωτοκλήτῳ μαθητῇ καὶ πρωτοκήρυκι, τῆς μακαρίας καὶ λαμπρᾶς φωνῆς· εὑρήκαμεν, τὸν Μεσσίαν Χριστὸν τὸν προαναγγελθέντα, ἀναμέλψωμεν ᾠδὴν εὐχαριστήριον, ὅπως ῥύσηται κινδύνων καὶ κακώσεων, ἡμᾶς κράζοντας· Χαίροις Ἀνδρέα Πρωτόκλητε.
Ἄνωθεν ὦ Ἀνδρέα, ἐνεπνεύσθη σοι χάρις, ἐκ τοῦ Πατρὸς τῶν φώτων βοῆσαι (γ΄)· εὑρήκαμεν Χριστὸν τὸν Θεόν, Ὃν ἐκήρυξας ἅπασι τοῖς ἔθνεσιν, Ἀπόστολε τοῖς κράζουσιν ἀπαύστως νῦν πρὸς σὲ τοιαῦτα·
Χαῖρε, ἀρχὴ χοροῦ Ἀποστόλων·
χαῖρε, τὸ τέλος ἀρχὴ τῶν δαιμόνων.
Χαῖρε, τοῦ Δεσπότου Χριστοῦ πρωταπόστολε·
χαῖρε, Ἀποστόλων ἁπάντων Πρωτόκλητε.
Χαῖρε, θεῖον Εὐαγγέλιον καταγγείλας τοῖς βροτοῖς·
χαῖρε, κήρυγμα σωτήριον ὁ κηρύξας τοῖς λαοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Θεοῦ Λόγου αὐτόπτης·
χαῖρε, ὅτι ὡσαύτως ὡς Αὐτὸς ἐσταυρώθης.
Χαῖρε, φωστὴρ φωτίζων τὰ πέρατα·
χαῖρε, ποιῶν σημεῖα καὶ τέρατα.
Χαῖρε, δι’ οὗ ὁ Χριστὸς ἐκηρύχθη·
χαῖρε, δι’ οὗ ὁ σατὰν κατηργήθη.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Βλέπων ὁ παντουργέτης, τῶν ἀνθρώπων τὸ γένος, ὀλλύμενον φθορᾷ τοῦ θανάτου, προσελάβετο δούλου μορφήν, καὶ ἐνανθρωπήσας σὲ ἐξελέξατο, ὡς πρῶτον μαθητὴν Αὐτοῦ, Ἀνδρέα ἐκβοῶντα ὕμνον·
Ἀλληλούϊα.
Γνώσεως ἀποῤῥήτου, ἐμυήθης τὰ βάθη, φωτὶ ἀπροσίτῳ προσπελάσας· πορευθείς τε ἐμαθήτευσας πάντα τὰ ἔθνη Ἀπόστολε, Ἕλληνες δὲ καὶ Πατρῶν οἱ κάτοικοι, Χριστῷ πιστεύσαντες ἐβόων·
Χαῖρε, βουλὴ τοῦ Ὑψίστου μύστης·
χαῖρε, φυλῶν καὶ ἠπείρων ῥύστης.
Χαῖρε, τῶν Πατρέων τὸ θεῖον κειμήλιον·
χαῖρε, τῶν Ἑλλήνων τὸ μέγα προπύργιον.
Χαῖρε, γλῶσσα ἡ κηρύξασα μεγαλεῖα τοῦ Θεοῦ·
χαῖρε, λύρα ἀνακρούουσα μελῳδίαν οὐρανοῦ.
Χαῖρε, τῆς Δωδεκάδος ἀπαρχὴ καὶ ἀκρότης·
χαῖρε, τῆς μαθητείας κορωνὶς καὶ λαμπρότης.
Χαῖρε, ἐθνῶν ἁπάντων διδάσκαλος·
χαῖρε, Πατρῶν προστάτης ὁ πάγκαλος.
Χαῖρε, θεῶν τοῦ Ὀλύμπου ἡ πτῶσις·
χαῖρε, Θεοῦ οὐρανίου ἡ γνῶσις.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Δύναμιν Παρακλήτου, ὑπεδέχθης ἀφθόνως, Πρωτόκλητε θεόπτα Ἀνδρέα, ἐν πυρίνῳ τῷ εἴδει σοφέ· δι’ ἧς πᾶσαν ἀθεΐαν κατέφλεξας, φωτὶ δὲ τῆς Τριάδος, λαοὺς πάντας ἐφώτισας ψάλλειν·
Ἀλληλούϊα.
Εὕρηκας θεηγόρε, πρῶτος σὺ τὸν Μεσσίαν, Ὃν ἄνωθεν πάντες οἱ Προφῆται, ἐμπνευσθέντες Σωτῆρα Χριστόν, προκατήγγειλαν προφητικῶς χαίροντες, Ὃν ἕνεκά σου εὕρομεν καὶ ἡμεῖς σοὶ ἀναβοῶντες·
Χαῖρε, ἐπίγνωσις προφητείας·
χαῖρε, ἐπώνυμε τῆς ἀνδρείας.
Χαῖρε, ἰδὼν Ὃν οἱ Προφῆται ἐκήρυξαν·
χαῖρε, σὺν Χριστῷ ζῶν, Ὃν οὗτοι ἐπόθησαν.
Χαῖρε, εὑρὼν τὸν Μεσσίαν, τὴν προσδοκίαν τῶν ἐθνῶν·
χαῖρε, Ἰησοῦν κηρύξας, ὡς τὸν Σωτῆρα τῶν ψυχῶν.
Χαῖρε, καταλιπὼν τὴν ἁλιείαν ἰχθύων·
χαῖρε, Σταυροῦ ἀγκίστρῳ ἁλιεύων ἀνθρώπους.
Χαῖρε, κραυγὴ βοῶσα· εὑρήκαμεν·
χαῖρε, φωνῆς Κυρίου ὡς ἤκουσας.
Χαῖρε, δι’ οὗ ἀπηλάθη τὸ χάος·
χαῖρε, δι’ οὗ ἀντεισῆλθεν ἡ χάρις.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Ζῆλον ἔχων Ἀνδρέα, μαθεῖν ποῦ κατοικεῖ ὁ Χριστός, σὺν Ἰωάννῃ ἠρώτας· Ῥαββὶ ποῦ μένεις; ὁ δὲ φησίν· ἔρχεσθε καὶ ἴδετε. Ἦλθον οὖν καὶ εἶδον ποῦ μένει καὶ Τούτῳ ἠκολούθησαν, βοῶντες πόθῳ·
Ἀλληλούϊα.
Ἤκουσας ὦ Ἀνδρέα, τοῦ Προδρόμου βοῶντος· ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· Οὗ τῷ ἔρωτι τέτρωσαι, καὶ πάντα ἐγκαταλείψας Τούτῳ ἔδραμες, λαοῖς κηρύττων καὶ ἀκούων·
Χαῖρε, ὁ πρὶν μαθητὴς Ἰωάννου·
χαῖρε, τανῦν Ἰησοῦ Διδασκάλου.
Χαῖρε, τοῦ Προδρόμου σεπτὸν παιδαγώγημα·
χαῖρε, τοῦ Σωτῆρος πιστὸν ἰχνηλάτημα.
Χαῖρε, ἴνδαλμα καὶ τύπωμα παρθενίας καθαρόν·
χαῖρε, ἄγαλμα ἀνδρείας καὶ σωφροσύνης ἀγλαόν.
Χαῖρε, τῶν δυστυχούντων βοηθὸς καὶ προστάτης·
χαῖρε, ἀπροστατύτων συμπαθὴς παραστάτης.
Χαῖρε, τοῦ Ἰωνᾶ υἱὸς ἅριστος·
χαῖρε, τοῦ Κορυφαίου αὐτάδελφος.
Χαῖρε, ἐθνῶν ἁλιεῦ καὶ σαγήνη·
χαῖρε, πτωχῶν ἰατρὲ καὶ γαλήνη.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Θησαυροὺς εἰς τοὺς πόδας σου, βασιλεῖς καὶ ἡγεμόνες, ἔῤῥιπτον θεραπείας τυχόντες· σὺ δὲ Ἀνδρέα, μέρος αὐτῶν, πτωχοῖς διένειμες, τοῖς ὑπολοίποις δὲ ἀνήγειρας ναούς, εἰς δόξαν καὶ λατρείαν Θεοῦ κράζων·
Ἀλληλούϊα.
Ἶδον θέαμα ξένον, λαοὶ τὸν φονευθέντα, καὶ μόνῃ σου εὐχῇ ἐγερθέντα· καὶ δοῦλόν σε Θεοῦ δυνατοῦ, ἐγνωκότες Ἀνδρέα σοφέ, ἔσπευσαν Χριστῷ μὲν συνταγῆναι, σοὶ δὲ θάμβει καὶ τρόμῳ κραυγάζειν·
Χαῖρε, ἰσχὺν Θεοῦ σου ὁ δείξας·
χαῖρε, Χριστῷ τοὺς πάντας ἑλκύσας.
Χαῖρε, τεθνεώτων βροτῶν ἡ ἀνάστασις·
χαῖρε, τῆς ζωῆς τῶν πιστῶν ἡ παράτασις.
Χαῖρε, λεπρὸν ἰασάμενος ἐκ τῆς λέπρας τοῦ Ἰώβ·
χαῖρε, τυφλοὺς παραλύτους ἐπιθέσει τῶν χειρῶν.
Χαῖρε, νεκρὸν δι’ οἶκτον προσευχῇ ἀναστήσας·
χαῖρε, ὁ ζῶντας τοῦτον τῇ μητρὶ παραστήσας.
Χαῖρε, δαιμόνων τραῦμα ἀνίατον·
χαῖρε, θαυμάτων θαῦμα ἀνήκουστον.
Χαῖρε, παράκληση τῶν λυπουμένων·
χαῖρε, ἀνάκλησις τῶν πλανωμένων.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Κήρυξ ἐθνῶν ἁπάντων, γεγονὼς ὦ Ἀνδρέα, ἐπέστρεψας πρὸς θεογνωσίαν, τοὺς κεκρατημένους τῷ βυθῷ, τῆς εἰδωλοπάτης καὶ τῆς ζοφώσεως, οἳ καὶ ἀγνοίας πλάνην ἐκλιπόντες, τῷ Θεῷ ἐβόων·
Ἀλληλούϊα.
Λάμψας φῶς τοῖς ἐν σκότει, τὸν Χριστὸν ὦ Ἀνδρέα, διέλυσας ἐν κόσμῳ τὸ σκότος· τὰ γὰρ πνεύματα τὰ ἐν βωμοῖς, τὰ ζοφώδη καὶ πονηρά, μὴ φέροντα Θεοῦ σου τὸ φῶς, ὤλλυντο· ἐξ ὧν οἱ σωθέντες ἐβόων·
Χαῖρε, ἀνόρθωσις πεπτωκότων·
χαῖρε, κατάπτωσις τῶν εἰδώλων.
Χαῖρε, ἀθεΐας διώξας τὴν ζόφωσιν·
χαῖρε, τῆς Τριάδος αὐγάσας τὴν ἔλλαμψιν.
Χαῖρε, φέρων σιδηρᾶν ῥάβδον, ἄνω ἔχουσαν Σταυρόν·
χαῖρε, δι’ αὐτῆς διώκων δαίμονας, καὶ θηρία θανατῶν.
Χαῖρε, τῶν ἀσθενούντων ταχυτάτη ὑγεία·
χαῖρε, πάντων νοσούντων ἄμισθος θεραπεία.
Χαῖρε, δι’ οὗ δαιμόνων ἐῤῥύσθημεν·
χαῖρε, δι’ οὗ Ἀγγέλοις ἡνώθημεν.
Χαῖρε, βωμοὺς τῶν Ἑλλήνων συντρίψας·
χαῖρε, ναοὺς τῷ Κυρίῳ ὑψώσας.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Μέλλων σὺ ὦ Ἀνδρέα, τᾦ Σταυρῷ ὑψωθῆναι, ἀνύμνησας λαμπροῖς ἐγκωμίοις, ἐναγκαλιζόμενος Αὐτόν, ἐπαινῶν τ’ εὐκλεῶς, ὡς σωτηρίας πάντων πρόξενον· ἐν ᾧ προσηλωθείς, οὐκ ἔπαυσας κραυγάζειν·
Ἀλληλούϊα.
Νόμος ὥσπερ ἐξ ὄρους, ἐκ Σιὼν ἀπεστάλης, ἐκ Θεοῦ νομοθέτου Ἀνδρέα, τοῖς ἀνόμοις ἀνόμως βιοῦσι λαοῖς, διδάξας νόμον Θεοῦ τηρεῖν σημείοις δὲ καὶ θαύμασιν κατέπληξας, βοᾶν σοι πάντας·
Χαῖρε, Ἁγίας Γραφῆς ὁ γνώστης·
χαῖρε, Καινῆς Διαθήκης κήρυξ.
Χαῖρε, μαθητὰ Ἰησοῦ θεοδίδακτε·
χαῖρε, ὑπουργὲ τοῦ Χριστοῦ θεοδόξαστε.
Χαῖρε, νόμε θεοτύπωτε, ἐξελθὼν ἐκ τῆς Σιών·
χαῖρε, τόμε θεοχάρακτε, Χριστοῦ νόμον ἐκτυπῶν.
Χαῖρε, ὑπερφυῶς τερατουργῶν ἐν τῷ κόσμῳ·
χαῖρε, ὑπερεκπλήττων πάντα νοῦν ἔργῳ λόγῳ.
Χαῖρε, πιστῶν στερέμνιος ἄγκυρα·
χαῖρε, πτωχῶν καὶ ἐρήμων βοήθεια.
Χαῖρε, ἐπ’ Ὄρους Ὁμιλίας βίβλος· χ
αῖρε, Χριστοῦ Μακαρισμῶν ὁ τύπος.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Ξενωθέντα τὰ ἔθνη, ἐντολῶν τοῦ Δεσπότου, ᾠκείωσας Θεῷ διδαχῇ σου· πᾶσι γὰρ ξενηκόσθη Ἀνδρέα, τὸ μέγα σοῦ κηρύγματος ἔργον ἀκατάληπτον Θεὸν γενέσθαι Ἄνθρωπον, κηρύττοντός σου·
Ἀλληλούϊα.
Οὐρανὸς ἀνεδείχθης, νοητὸς Θεοῦ δόξαν, Ἀνδρέα διηγούμενος πᾶσιν· ὁ γὰρ φθόγγος σου εἰς πᾶσαν γῆν, ἐξῆλθεν κηρύττων μίαν Θεότητα, Πατέρα Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τοῖς λαοῖς βοῶσι·
Χαῖρε, Ἀνδρέα γῆν οὐρανώσας·
χαῖρε, Ἡρώων τὴν γῆν φωτίσας.
Χαῖρε, οὐρανὲ Θεοῦ δόξαν φθεγγόμενος·
χαῖρε, ποταμὲ ἐξ Ἐδὲμ ἐκχεόμενος.
Χαῖρε, ἔσοπτρον λαμπόμενον, τῆς Τριάδος ταῖς βολαῖς·
χαῖρε, ὄχημα ἀγόμενον, ταῖς τοῦ Πνεύματος βουλαῖς.
Χαῖρε, κεφαλὴ θεία, ῥεῖθρα θαυμάτων κενοῦσα·
χαῖρε, Κεφαλληνία, τὸ σὸν πέλμα πλουτοῦσα.
Χαῖρε, δυὰς σὺν Πέτρῳ πανθαύμαστος·
χαῖρε, λαμπὰς Χριστοῦ ἡ πρωτόφωτος.
Χαῖρε, Θεοῦ παρεστὼς ἐν τῷ θρόνῳ·
χαῖρε, φυλὰς μέλλων κρῖναι σῷ θρόνῳ.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Πᾶσαν θλίψιν ὑπέστης, ὑπὲρ πίστεως μάκαρ, Ἀπόστολε Ἀνδρέα ἀνδρείως· Σινωπεῖς γάρ σε λίθοις βαλλόντες, ἐκ χειρῶν καὶ ποδῶν εἰς γῆν ἔσυρον. Χριστὸς δὲ φανείς, ἐνισχύων σε, ὑγιᾶ ἔεδειξε βοῶντα·
Ἀλληλούϊα.
Ῥήτορας μυθολόγους, ὡς ἀσόφους ἀλόγους, δεικνύεις θεηγόρε Ἀνδρέα, πυρίνῃ γλώσσῃ τοῦ Πνεύματος τὸ πῦρ δεξάμενος, γλώσσαις αἷς οὐδέποτε ἐφθέγξω, τοῖς τοῦ κόσμου πέρασιν ἐλάλεις τοῖς βοῶσι·
Χαῖρε, ἡ λάμψις μονοθεΐας·
χαῖρε, ἡ παῦσις πολυθεΐας.
Χαῖρε, ψευδωνύμου σοφίας ὁ ἔλεγχος·
χαῖρε, τοῦ πανθέου ῥητόρων στηλίτευσις.
Χαῖρε, ὅτι κατελύθησαν, τῶν εἰδώλων οἱ βωμοί·
χαῖρε, ὅτι κατηργήθησαν, τῶν Ἑλλήνων οἱ θεοί.
Χαῖρε, Θεοῦ σοφίας πολυχώρητον πλάτος·
χαῖρε, τὸ τῆς ἀνδρείας ἀνδρειώνυμον κράτος.
Χαῖρε, δι’ οὗ εἰς Χριστὸν πιστεύομεν·
χαῖρε, δι’ οὗ τῷ Θεῷ λατρεύομεν.
Χαῖρε, σπινθὴρ μυθουργήματος φλέξας·
χαῖρε, λουτὴρ ἁμαρτήματα πλύνων.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Σέλας ἀστέρος δίκην, ἤστραψας ὦ Ἀνδρέα, κηρύγματος ταῖς θείαις ἀκτῖσι· καὶ τὴν εἰδώλων πλάνης ἰσχύν, ἀνδρεῖε ἀπέδειξας ὡς ἀνίσχυρον, ἡμᾶς δὲ καθοδήγησας, τῷ μόνῳ Ἰσχυρῷ κραυγάζειν·
Ἀλληλούϊα.
Τύπος τῶν παθημάτων, τοῦ Σωτῆρος ἐγένου, Ἀπόστολε καὶ Μάρτυς Ἀνδρέα· τῷ Σταυρῷ γὰρ κατὰ κεφαλῆς, Στρατοκλέα καὶ λαὸν Πατρῶν, Σταυροῦ καταβιβάσαι σε θέλοντας οὐκ ἀφήσας, ἀκούων·
Χαῖρε, Σταυρὸν Ἰησοῦν ποθήσας·
χαῖρε, Σταυρῷ πνοήν σου ἀφήσας.
Χαῖρε, μιμητὰ τῶν Παθῶν τῆς Σταυρώσεως·
χαῖρε, θεατὰ τῆς Χριστοῦ Ἀναστάσεως.
Χαῖρε, μόνος σὺ Πρωτόκλητος ἐπὶ γῆς ἐπικληθείς·
χαῖρε, Ἀνδρέα ἀνδρειότατε, ἀντιστρόφως σταυρωθείς.
Χαῖρε, τὴν Μαξιμίλλαν σωφρονεῖν ἐκδιδάξας·
χαῖρε, ὁ Στρατοκλέα τῆς ἀπάτης ἐξάξας.
Χαῖρε, τοῦ Αἰγεάτου ὁ ἔλεγχος·
χαῖρε, Ἀνθυπάτου προγνοὺς θάνατον.
Χαῖρε, ἔτη ὀγδοήκοντα ζήσας·
χαῖρε, σὸν σκῆνος θαυματόβρυτον δεῖξας.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Ὕμνος ὑμνῆσαι ποῖος, δύναταί σε ἀξίως, ὃν Χριστὸς πρῶτον ἐκάλεσε πάντων; Τίς διηγήσεται τὰς στερήσεις, τοὺς διωγμοὺς καὶ τὰ πάθη, Ἀνδρέα Ἀπόστολε, τὸ διὰ Σταυροῦ σου μαρτύριον; Κραυγάζων·
Ἀλληλούϊα.
Φῶς τὸ ἄδυτον μάκαρ, ἐκ Μαρίας ἐκλάμψαν, φῶς πρῶτον μέσῳ Δώδεκα φώτων, Ἀποστόλων σὲ ἔδειξε κόσμῳ, Δωδεκάθεον διαλῦσαι, καὶ Ἑλλάδα, τὴν τὸν κόσμον ἅπαντα φωτίσασαν φωτίσαι, βοῶσαν·
Χαῖρε, ἀκτὶς τῶν ἐσκοτισμένων·
χαῖρε, Χριστὸς γὰρ ὁ μόνος Θεός μου.
Χαῖρε, δι’ οὗ ἠρνήθην θεούς μου τοὺς δώδεκα·
χαῖρε, πρωτοφώτιστον Ἄστρον τῶν Δώδεκα.
Χαῖρε, ὅτι πρῶτος ηὔγασας ἐν Βυζαντίῳ τὸ φῶς·
χαῖρε, ὅτι πρῶτος ἤγειρας τῇ Θεοτόκῳ ναόν.
Χαῖρε, τῆς Ἐκκλήσιας ὁ πρωτόδμητος στῦλος·
χαῖρε, Πατραχαΐας πολιοῦχος καὶ φύλαξ.
Χαῖρε, σὺν Παύλῳ Ἑλλήνων διδάσκαλος·
χαῖρε, ὁ ἐλεήμων Ἀπόστολος
Χαῖρε, φωτίζων πυρσὲ διανοίας·
χαῖρε, φλογίζων ὡς πῦρ ἁμαρτίας.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Χαίρων σὺ τὸν Ματθίαν, ἠλευθέρωσας πάλαι, θανάτου καὶ εἱρκτῆς ἐν Σινώπῃ· φυλακαὶ γὰρ εὐχαῖς σου ἠνοίχθησαν, καὶ δεσμὰ Ἀποστόλου· ὃν οἱ Ἀπόστολοι, Ἰούδα τόπῳ ἐκληρώσαντο ἐλύθη, βοῶντος·
Ἀλληλούϊα.
Ψάλλομεν Θεῷ ὕμνους, ὅτι ἦλθεν ἡ ὥρα, δοξασθῆναι τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ὡς ἔφη σοι καὶ Φιλίππῳ, ὅτε ἐζήτουν Αὐτὸν Ἕλληνες· οἳ ἀδυνατοῦντές σου εἰπεῖν τὰς εὐποιΐας, εὐγνωμόνως βοῶσι·
Χαῖρε, σφραγὶς τῆς ἁγιωσύνης·
 χαῖρε, κρηπὶς θεοῤῥημοσύνης.
Χαῖρε, ἀγαθότητος Χριστοῦ μιμούμενος·
χαῖρε, ἰατρὸς πᾶσαν νόσον ἰώμενος.
Χαῖρε, Πρωτόκλητε Ἀπόστολε, παρθένε μαθητά·
χαῖρε, Μάρτυς, μύστα, φίλε, κήρυξ, Ἀνδρέα Ἀθλητά.
Χαῖρε, ἀκτημοσύνης ὁ λαμπρὸς παραινέτης·
χαῖρε, τῆς οἰκουμένης ὁ ἱκανὸς εὐεργέτης.
Χαῖρε, Ἑλλὰς γὰρ σῷ κλήρῳ ἔλαχε·
χαῖρε, Χριστοῦ ὥρα δόξης ἐλήλυθε.
Χαῖρε, λαῶν πρεσβευτὰ καὶ μεσίτα·
χαῖρε, Πατρῶν ἐξαιρέτως προστάτα.
Χαῖρε, Ἀνδρέα Πρωτόκλητε.
Ὦ Πρωτόκλητε πάντων, μαθητῶν Ἀποστόλων, Ἀπόστολε θεόπτα Ἀνδρέα (γ΄)· λῦσαι τοὺς τιμῶντάς σε δεσμῶν ἀνομιῶν, ὅτε ἐλεύσεται Χριστός, ὁ δούς σοι ἐξουσίαν, δεσμεῖν καὶ λύειν, Αὐτῷ βοῶντας·

Ἀλληλούϊα.



                       πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου