Κατηγορίες αναρτήσεων

Τετάρτη 25 Νοεμβρίου 2015

ΝΟΕΜΒΡΙΟΥ 25!! ΑΓΙΑ ΑΙΚΑΤΕΡΙΝΗ ΜΑΡΤΥΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
(Γερασίμου μοναχοῦ Μικραγιαννίτου)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ πολυσόφῳ καὶ κλητῇ Ἀθληφόρῳ, Αἰκατερίνῃ τῇ τοῦ Κτίσαντος νύμφη, προσέλθωμεν οἱ πάσχοντες βοῶντες ἐκ ψυχῆς· Μάρτυς ἀξιάγαστε, ἐξελοῦ τοὺς σοῦς δούλους, τῆς παρούσης θλίψεως, καὶ μελλούσης ἀνάγκης· σὺ γὰρ μεγίστην ἔχεις πρὸς Χριστόν, καὶ παῤῥησίαν σεμνὴ καὶ οἰκείωσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Αἰκατερίνης σωθείημεν πρεσβείαις. Ἀμήν.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀκήρατε νύμφη τοῦ Ἰησοῦ, πρόσχες οὐρανόθεν, καὶ ἐνώτισαι τὰς φωνάς, τῶν πίστει θερμῇ σοι προσιόντων, Αἰκατερίνα καὶ δὸς τὰ αἰτήματα.
Ἱλέῳ σου ὄμματι εὐμενῶς, ἴδε καλλιμάρτυς, τῆς ψυχῆς μου τὴν συντριβήν, καὶ ὄρεξον χεῖρα βοηθείας, Αἰκατερίνα τῷ σοὶ ἀτενίζοντι.
Κενώσας ὀργίλως ὁ δυσμενής, τῇ ψυχῇ μου κόρη, τὴν πικρίαν τῶν ἡδονῶν, νεκρόν με κατέστησεν ἀθλίως, ἀλλ’ ἐνίστασα σὺ Μάρτυς μὲ ζώωσον.
Θεοτοκίον.
Ἁγνείας ταμεῖον θεοειδές, καὶ δικαιοσύνης πρυτανεῖον φωτολαμπές, ἁγνῆ θεοχώρητε Παρθένε, ἁγίασόν μου καὶ σῶμα καὶ ἔννοιαν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοῦ ἐχθροῦ τὴν μανίαν τὴν καθ’ ἡμῶν σύντριψον, καὶ τῶν πονηρὰς μελετώντων κατὰ τῆς ποίμνης σου, βουλὰς ἀφάνισον, Αἰκατερίνη θεόφρων, ἐν εἰρήνῃ πάντοτε, ἡμᾶς φυλάττουσα.
Ἐκ παντοίων κινδύνων καὶ συμφορῶν λύτρωσαι, καὶ ἐπηρειῶν πολυτρόπων τοῦ πολεμήτορος, Αἰκατερίνη σοφή, καὶ πάσης ἄλλης ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας, τῇ προστασίᾳ σου.
Ῥῶσιν πᾶσι κατ’ ἄμφω καὶ τῶν παθῶν ἴασιν, καὶ ἀπαλλαγὴν τῶν ἐν βίῳ, πόνων καὶ θλίψεων, δίδου ἑκάστοτε, μαρτυρικῇ σου πρεσβείᾳ, πρὸς Χριστὸν τὸν εὔσπλαγχνον, τοῖς σὲ γεραίρουσι.
Θεοτοκίον.
Ἰατρὸν καὶ σωτῆρα καὶ λυτρωτὴν τέξασα, τὸν ἐκ τῆς ἀρχαίας κατάρας ἡμᾶς ῥυσάμενον, Χριστὸν τὸν Κύριον, τὴν ἀσθενοῦσαν ψυχήν μου, ἴασαι πανάμωμε, τῇ Σὴ χρηστότητι.
Διάσωσον, Παρθενομάρτυς Κυρίου Αἰκατερίνη, ἐκ ποικίλων ἀῤῥωστήματων καὶ θλίψεων, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Παρθένε σοφὴ καὶ Ἀθληφόρε ἔνδοξε, καὶ νύμφη Χριστοῦ Αἰκατερίνα πάνσεμνε, κακῶν τὴν ἀπολύτρωσιν, καὶ παντοίων πταισμάτων τὴν ἄφεσιν, τὸν σὸν Νυμφίον δυσώπει παρασχεῖν, τοῖς πόθῳ γεραίρουσι τοὺ ἄθλους σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ ὀδυνηρῶν συντριμμάτων ἀνόρθωσον, τοὺς προστρέχοντας τῇ σκέπῃ σου, ὦ Αἰκατερίνα πολυδόξαστε.
Ἡ πρεσβεία σου γένοιτο, δρόσος θυμηδίας καὶ παρακλήσεως, τοῖς παλαίουσιν ἐν θλίψεσι, καὶ ἐταζομένοις δεινοῖς μάστιξι.
Σεσωσμένους προσάγαγε, Χριστῷ τῷ Νυμφίῳ σου καλλιπάρθενε τοὺς ἐκ χώρας παραβάσεων, τεταπεινωμένους ἐπανήκοντας.
Θεοτοκίον.
Ὡραιώθης κυήσασα, τὸν ὡραῖον κάλλει Χριστὸν πανάμωμε, Οὗ κἀμὲ ταῖς ὡραιότησι, πρὸς ἀγάπην θείαν ἀναπτέρωσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ἰσχύν, τοῦ δολίου πολεμήτορος, τοῦ ἐπιτιθεμένου καθ’ ἡμῶν μανικῶς, Αἰκατερίνα καλλιπάρθενε.
Ἔκχεον ἡμῖν, πρεσβειῶν σου τὴν χρηστότητα, καὶ ἁγίασον ἡμᾶς ὁλοτελῶς, τοὺς κατ’ ἄμφω ἀσθενοῦντας καλλιπάρθενε.
Ἴδοιμι σεμνή, ἐν καιρῷ τῶν περιστάσεων, τὴν θερμήν σου καὶ ταχεῖαν ἀρωγήν, μεταβάλλουσαν τῶν πόνων τὴν τραχύτητα.
Θεοτοκίον.
Ἡ τὸν ἀγαθόν, σωματώσασα δι’ ἔλεος, τὴν ἀθλίαν μου οἰκτείρισον ψυχήν, καὶ ἀγάθυνον αὐτὴν Θεοχαρίτωτε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μαρτύρων, Αἰκατερίνα ἡ δόξα, πρὸς ὁδὸν τῶν θεϊκῶν μαρτυρίων, ἐξ ἀδοξίας παθῶν ἀκαθάρτων, καὶ ἀνοδίας πολλῶν παραβάσεων, ὁδήγησον ἡμᾶς σεμνή, καὶ τὸν νοῦν ἡμῶν ἄνω ἀνύψωσον.
Ἐκ πλήθους, ἁμαρτιῶν πολυτρόπων, πλῆθος θλίψεων ἐπῆλθέ μοι Μάρτυς, καὶ πειρασμῶν χαλεπῶν καταιγίδες, περιδονοῦσιν ἀθλίως τὸν βίον μου· ἀλλὰ τῇ σῇ ἐπισκοπῇ, παρόντων δεινῶν με ἀπάλλαξον.
Ναῷ σου, τῷ ἱερῷ προστρέχουσα, ἡ παροῦσα εὐαγὴς ἀδελφότης, Αἰκατερίνα θερμῶς ἐκβοᾷ σοι, πάσης ἀνάγκης καὶ θλίψεως λύτρωσαι, Μεγαλομάρτυς τοῦ Χριστοῦ, τὴν Μονήν σου πιστῶς προσκειμένην σοι.
Θεοτοκίον.
Ποικίλοις, περισπασμοῖς καθ’ ἑκάστην, καὶ ματαίαις ἀνοήτων φροντίσιν, ἀνοηταίνων ἀνύω τὸν βίον, καὶ τῶν παθῶν ἐπιξέω τὰ τραύματα· ἀλλὰ Σὺ Δέσποινα Ἁγνή, τῆς παρούσης κακίας με λύτρωσαι.
Διάσωσον, Παρθενομάρτυς Κυρίου Αἰκατερίνη, ἐκ ποικίλων ἀῤῥωστήματων καὶ θλίψεων, τοὺς ἐξαιτοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Εὐσπλαγχνίᾳ χρωμένη ὦ σεμνή, εὐμενῶς τὰς ἱκεσίας ἡμῶν ἐνωτίζου· ὄρεξον ἡμῖν τὴν σὴν ἀντίληψιν, βλύσον τῶν χαρίτων σου τὰ ῥεύματα, τοῖς σοὶ καταφεύγουσιν, ἐκ πόθου ἑκάστοτε, Αἰκατερίνα Μαρτύρων ἀγαλλίαμα.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Μᾶρκον (ε´ 24-35).
Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μάρτυς καλλιπάρθενε, Αἰκατερίνα θεόφρον, ἄνθος καθαρότητος, καὶ σοφίας ὄργανον παναρμόνιον, τῶν δεινῶν ῥῦσαί με, καὶ σκολιωτάτων, σοφισμάτων τοῦ ἀλάστορος, καὶ ἐν σεμνότητι, καὶ δικαιοσύνῃ πορεύεσθαι, ἀξίωσόν δέομαι, ἐν τῷ βίῳ τούτῳ τῷ ῥέοντι, ὡς ἂν θεαρέστως, βιώσας τῶν ἀγήρων ἀγαθῶν, μέτοχος γένομαι ἔνδοξε, τῇ θερμῇ δεήσει σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥείθροις τῶν πρεσβειῶν σου τῶν παθῶν μου τὴν φλόγα σβέσον πανεύφημε, καὶ δρόσον σωτηρίας, καὶ θείας εὐφροσύνης, τῇ καρδίᾳ μου ὄμβρησον, Αἰκατερίνα σοφή, ἵνα σὲ μακαρίζω.
Ἐν τῇ σῇ προστασίᾳ ἡ παροῦσα Μονή σου προστρέχει πάντοτε, καὶ πίστει καυχωμένη, τοῖς θαύμασί σου Μάρτυς, ἐκ βαθέων κραυγάζει σοι· σύ μου θερμὴ ἀρωγή, σοφὴ Αἰκατερίνα.
Σθένος τοῖς ἀσθενοῦσι καὶ ὑγείαν καὶ ῥῶσιν δίδου ἑκάστοτε, καὶ λύσιν ἀθυμίας, καὶ πάσης ἁμαρτίας, τοῖς θερμῶς καταφεύγουσι, τῇ ἱερᾷ σου σορῷ, σοφὴ Αἰκατερίνα.
Βουλευμάτων δολίων καὶ μανίας ἀδίκου ἡμᾶς ἀπάλλαξον, ἐχθροῦ τοῦ καθ’ ἑκάστην, ἡμῶν ἐπιζητοῦντες τὴν ἀπώλειαν ἔνδοξε, καὶ ἐν εἰρήνῃ ἡμᾶς, σύναψον καὶ ἀγάπη.
Θεοτοκίον.
Ἐξ ἁγνῶν Σου αἱμάτων σωματώσασα Κόρη τὸν Ὑπερούσιον, σαρκός μου τὰς ὀδύνας, καὶ τῆς ψυχῆς τὰ πάθη, καὶ νοὸς τὰ συντρίμματα, τῇ σῇ θερμῇ ἀρωγῇ, θεράπευσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχὺν καὶ ῥώμην, κατὰ παθῶν ὀλεθρίων, τῇ πρεσβείᾳ σου Αἰκατερίνα δίδου, τοῖς ὑπερυψοῦσι, τὸν σὲ ἐνισχυκότα.
Ἄνωθεν σκέπεις, τοὺς ἀτενίζοντας Μάρτυς, πρὸς τὴν ἔνθερμον καὶ κραταιάν σου σκέπην, τούτους λυτρουμένη, πολυειδῶν κινδύνων.
Ἰδοὺ ἡ πᾶσα, τῆς σῆς Μονῆς ἀδελφότης, τῇ ἁγίᾳ σου παρίσταται Εἰκόνι, καὶ ἐπιβοᾶται, τὴν χάριν σου Ἁγία.
Θεοτοκίον.
Σωτηριώδη, καταφυγὴν εὖ εἰδώς Σε, τὴν ἐλπίδα μου τῆς σωτηρίας Κόρη, τῇ Σῇ δυναστείᾳ, ἀνέθηκα εἰς τέλος.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγγέλων συμπολῖτις, Αἰκατερίνα οὖσα, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα, τοὺς ἀκλινεῖ διανοίᾳ σοι καταφεύγοντας.
Μονήν σου τὴν ἁγίαν, τὴν ἀνακειμένην, Αἰκατερίνα τῇ θείᾳ πρεσβείᾳ σου, μὴ διαλίπῃς φρουροῦσα καὶ περιέπουσα.
Ἡλίου τοῦ ἀδύτου, τὴν αἴγλην δεχομένη, Αἰκατερίνα παρθένων ὡράϊσμα, τὴν τῆς ψυχῆς μας σκοτόμαιναν ἀποδίωξον.
Θεοτοκίον.
Ναόν με φωτοφόρον, τῆς θείας ἐπιπνοίας, δι’ ἐναρέτου ζωῆς Κόρη ἔργασαι, τὴν ἀληθῆ Θεοτόκον ὁμολογοῦντά Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαῖρε τῆς σοφίας μύστις λαμπρά, καὶ τῆς εὐσεβείας δημηγόρρος περιφανής, χαίροις παρθενίας, εὐώδης μυροθήκη, Αἰκατερίνα Μάρτυς, ἀξιοθαύμαστε.
Σώματος ἐμπρέπουσα καλλονῇ, καλὴ καὶ ὡραία, ἀνεδείχθης κατὰ ψυχήν, τῷ ὡραίῳ κάλλει, ὑπὲρ υἱοὺς ἀνθρώπων, καὶ τούτῳ ἐνυμφεύθης ἀφθόρως ἔνδοξε.
Χαίροις καλλιπάρθενε εὐκλεής· χαίροις τῶν παρθένων, καὶ Μαρτύρων ἡ κορωνίς· χαίροις τοῦ Σωτῆρος, ἡ πανολβία νύμφη, σοφὴ Αἰκατερίνα, ἡμῶν βοήθεια.
Τῆς Ἀλεξανδρείας ὤφθης βλαστός, καὶ Σιναίου Ὄρους, ἀντιλήπτωρ καὶ ἀρωγός, καὶ πάσης Ἐκκλησίας, λαμπὰς τηλαυγεστάτη, Αἰκατερίνα ἄνθος, ἁγνείας εὔοσμον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, καλλιπάρθενε Χριστοῦ, νύμφη εὐκλεὴς τοῦ Σωτῆρος, Αἰκατερίνα σοφή, σῶζε τοὺς ἱκέτας σου, ἐκ πάσης θλίψεως, καὶ δεινῶν περιστάσεων, καὶ νόσων καὶ πόνων, καὶ πάσης φαυλότητος τοῦ κοσμοκράτορος· σοῦ γάρ, ἡ πρεσβεία μεγίστην, κέκτηται ἰσχὺν Ἀθληφόρε· μὴ οὖν ὑπερίδης τοὺς τιμῶντάς σε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.



                             πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου