Κατηγορίες αναρτήσεων

Τετάρτη 25 Νοεμβρίου 2015

ΝΟΕΜΒΡΙΟΥ 25!! ΑΓΙΑ ΑΙΚΑΤΕΡΙΝΗ ΜΑΡΤΥΣ ΕΓΚΩΜΙΑ

ΕΓΚΩΜΙΑ

Αἱ γενεαὶ πᾶσαι, μεγαλύνομέν σε, Αἰκατερίνα Μάρτυς.
Αἱ γενεαὶ πᾶσαι, σὲ μακαριοῦμεν, σοφὴ Αἰκατερίνα.
Ἄγγελος οὐρανόθεν, κατῆλθεν ἐνισχύων, σὲ Μάρτυς ἐν σταδίῳ.
Δῆμος φιλομαρτύρων, ἀθροίσθητε ὑμνῆσαι, τὴν νύμφην τοῦ Κυρίου.
Εἱρκτὴν παρθενομάρτυς, καὶ αἰκισμοὺς ὑπέστης, ὑπὲρ τοῦ σοῦ Νυμφίου.
Ἐξέστησαν Ἀγγέλους, ἆθλά σου τὰ γενναῖα, Αἰκατερίνα Μάρτυς.
Ἐκ βλάβης καὶ κινδύνων, σκέπε Αἰκατερίνα, τοὺς πανηγυριστάς σου.
Ἐν ὄρει τῷ Σιναίῳ, Χριστὸς Αἰκατερίνα, φυλάττει τὸ σὸν σκῆνος.
Εὐφραίνεται πλουτοῦσα, τὰ σπάργανά σου Μάρτυς, Ἀλεξανδρέων πόλις.
οἰκουμένῃ πόθῳ, τελεῖ Αἰκατερίνα, τὴν μνήμην σου τὴν θείαν.
Θωπεῖαι Μαξεντίου, οὐκ ἴσχυσάν σου κάμψαι, ψυχὴν γενναίαν Μάρτυς.
Νύμφη Χριστοῦ ὡραία, χαίροις Αἰκατερίνα, τὸ κλέος τῶν παρθένων.
φρύν τε καὶ τὸ θράσος, σοφὴ τοῦ Μαξεντίου, κατέβαλες γενναίως.
ήτορων τὰς φληνάφους, ῥήσεις καθεῖλες Μάρτυς, δυνάμει τῶν σῶν λόγων.
Τὰ τῶν Ἀγγέλων στίφη, δέχεται τῆς πανσόφου, Μάρτυρος νῦν τὸ πνεῦμα.
Τάγματα τῶν Ἀγγέλων, ὀρῶντα ἐν σταδίῳ, σὲ Μάρτυς ἐξεπλάγη.
Τοῖς σὲ ὑμνοῦσι λύσιν, πταισμάτων ταῖς λιταῖς σου, Αἰκατερίνα δίδου.
Τροφὴν Αἰκατερίνα, δέχεται οὐρανόθεν, θέαμα ξένον ὄντως!
Τροφὴν ὁ σὸς Νυμφίος, ἐν τῇ εἱρκτῇ σοὶ πέμπει, πάνσοφε οὐρανόθεν.
Τοὺς ἐν Σιναίῳ ὄρει, σοφὴ Αἰκατερίνα, μονάζοντας νῦν σκέπε.
Τοὺς τὴν σεπτήν σου μνήμην, τελοῦντας μετὰ πόθου, Αἰκατερίνα φρούρει.
Τῶν εὐσεβῶν τὰ στίφη, τιμᾷ Αἰκατερίνα, τὴν θείαν ἄθλησίν σου.
πὲρ τῶν σὲ τιμώντων, ᾀεὶ τὸν σὸν Νυμφίον, πανένδοξε δυσώπει.
Ψυχὰς τὰς τῶν ῥητόρων, τῷ σῷ Νυμφίῳ δῶρα, Αἰκατερίνα πέμπεις.
θαύματος μεγίστου, πῶς τὴν τροφὴν λαμβάνει, ἐξ οὐρανοῦ ἡ Μάρτυς.
Ὡμότητα τυράννου, καὶ ἀπειλὰς ὦ Μάρτυς, οὐδόλως ἐπτοήθης.
Δόξα. Τριαδικόν.
Ὢ Τρίφωτε Θεέ μου, λιταῖς Αἰκατερίνης, ἐλέησον τὸν κόσμον.
Καὶ νῦν. Θεοτοκίον.
Ἀμόλυντε Παρθένε, σὺν τῇ Αἰκατερίνῃ, τὸν Σὸν Υἱὸν δυσώπει.
Μεγαλυνάριον.
Ἔχει τὸ σὸν πνεῦμα ὁ οὐρανός, σῶμα δὲ τὸ θεῖον τεθήσαυρισται ἐν Σινᾷ, αἷμα μαρτυρίου, ἐν Ἀλεξάνδρου πόλει, σοφὴ Αἰκατερίνα, σκέπε τοὺς δούλους σου.




                             πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου