Κατηγορίες αναρτήσεων

Τρίτη 23 Ιουνίου 2015

Παρακλητικός Κανών Οσίου Βαρβάρου Πενταπολίτου

Παρακλητικός Κανών Οσίου Βαρβάρου Πενταπολίτου

(τιμάται 23 Ιουνίου)
Zoom in (real dimensions: 243 x 400)Εικόνα

(Ἀποστόλου Παπαχρήστου)

Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ ΡΜΒ΄ ψαλμός.
Εἰς δὲ τό: Θεὸς Κύριος..., τὰ τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐν ἀσκήσει τὸν Δεσπότην δοξάσαντα, καὶ τῇ ἀθλήσει τὸν Βελίαρ βυθίσαντα, τὸν θεοφόρον Βάρβαρον τιμήσωμεν πιστοί, κράζοντες καὶ λέγοντες· ἐκ δεινῶν καὶ κινδύνων, λύτρωσαι τοὺς δούλους σου καὶ ἐκ νόσων ποικίλων, καὶ ἐκ δαιμόνων βλάβης καὶ φθορᾶς, σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.

Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὄρους Νύσσης τὴν δόξαν καὶ τοῦ Τρύφου τὸν ἔφορον, καὶ Ἀκαρνανίας τὸ κλέος, τὸν πανεύφημον Βάρβαρον, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, μιμούμενοι αὐτοῦ τὰς ἀρετάς, τοῖς γὰρ πᾶσιν ἰάσεις βρύει ὡς συμπαθεῖς, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...

Ὁ Ν΄ψαλμός.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σὲ Βάρβαρε σέβω, σῶσόν με τάχει. Ἀποστόλου.

Ωδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν τῇ Τριάδι τῷ Παντουργῷ, ὡς Ὅσιος ἅμα καὶ ὡς Μάρτυς σὲ δυσωπῶ· ὦ Βάρβαρε μάκαρ σαῖς πρεσβείαις, ἐκ τῶν παθῶν καὶ δεινῶν με διάσωσον.

Ἐλθὼν ἐν τῷ τόπῳ τῷδε σοφέ, ἀλλόθρησκος πέλων Πάτερ Βάρβαρε καὶ λῃστής, ἡ χάρις ἠλλοίωσέ σε μάκαρ, ἡ τοῦ Θεοῦ ἥν μοι δίδου πρεσβείαις σου.

Βαβαὶ τῶν θαυμάτων Σου Ἰησοῦ, τοῦ πρώην βλασφήμου τὴν διάνοιαν καὶ τὸν νοῦν, φωτί σου ἡγίασας διό με, ἐσκοτισμένον τοῖς πάθεσι φώτισον.
Θεοτοκίον.
Ἀνύμφευτε Πάναγνε Μαριάμ, Θεὸν τῶν ἁπάντων ἡ τεκοῦσα ὑπερφυῶς, Αὐτὸν ἐκδυσώπει κληρονόμον, τῆς αἰωνίου ζωῆς ἀναδεῖξαί με.

Ωδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ῥωμαλέῳ φρονήματι εἰς Χριστὸν Ὅσιε, σπεύδειν βαπτισθῆναι θρησκείαν ἀποβαλλόμενος, Ἀγαρηνῶν βδελυράν, Θεὸν κἀμὲ ἀγαπῆσαι, ἐκ καρδίας φώτισον τοῦτον μακάριε.

Βοηθὸς καὶ προστάτης πέλεις σοφὲ Βάρβαρε, ἐκ θανατηφόρων παθῶν με ἀεὶ λυτρούμενος, καὶ ψυχοφθόρων τε, ὅθεν ᾠδαῖς καὶ ψαλμοίς τε, σὲ ὑμνῶ γηθόμενος καὶ μακαρίζω σε.

Ἀπὸ πάσης ἀνάγκης καὶ συμφορᾶς ἔνδοξε, Βάρβαρε θεόφρον καὶ θλίψεως καὶ κακώσεως, καὶ ἐξ ἀνθρώπων τε, συκοφαντούντων με ῥῦσαι, καὶ ἐξολοθρεῦσαί με ζητούντων Ὅσιε.
Θεοτοκίον.
Ῥητορεύειν Σε γλῶσσα, οὐκ εὐπορεῖ Δέσποινα, Σοῦ τὰ μεγαλεῖα Παρθένε καὶ τὰ θαυμάσια, ὁ γὰρ ἀχώρητος, ἐν Σοὶ χωρεῖται καὶ σώζει, ὅλον με τον ἄνθρωπον, ὁ ὤν φιλάνθρωπος.

Διάσωσον, ἐκ συμφορῶν Πάτερ Βάρβαρε τοὺς σοὺς δούλους, καὶ δαιμόνων ἐκ χαλεπῶν καὶ πάσης κακώσεως, ὡς κέκτησαι πρὸς Θεὸν παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ...

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς ἐν Νύσσῃ καὶ ἐν Τρύφῳ τε, καὶ πάσῃ σοφὲ Ἀκαρνανίᾳ πέφηνας, ἐκ κινδύνων πάντων τε καὶ ἐκ παθῶν χαλεπῶν παμμάκαρ λυτρούμενος, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, ὦ Βάρβαρε θεόφρον ταῖς πρεσβείαις σου.

Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκ τῆς πλάνης με λύτρωσαι, τοῦ ἐχθροῦ καὶ φῶς μοι κατάπεμψον, τοῦ Χριστοῦ παμμάκαρ Βάρβαρε, ὁ διὰ Χριστὸν πάντα ἀφέμενος.

Σοὺς τιμῶ πόνους ἔνδοξε, τῆς σεπτῆς ἀθλήσεως καὶ παλαίσματα, κατ’ ἐχθρῶν θεόφρον Βάρβαρε, ὅθεν σοι βοῶ ἐκ τούτων ῥῦσαί με.

Εἰ καὶ Βάρβαρος κέκλησαι, ἀλλὰ εὐγενὴς ὑπὲρ πάντας πέφηνας, ὅθεν ῥῦσαι ἐπιθέσεως, τῆς βαρβαρικῆς παθῶν με ἔνδοξε.
Θεοτοκίον.
Βουληθεὶς ὁ Φιλάνθρωπος, σῶσαι τὸν πεσόντα Παρθένε ἄνθρωπον, ἐκ Σοῦ ἄνθρωπος ἐγένετο, καὶ εἰς οὐρανοὺς τοῦτον ἀνήγαγεν.

Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ ἀετός, ὑψιπέτης Πάτερ Βάρβαρε, εἰς οὐρανοὺς ἀναγαγών σου τὸν νοῦν, τῆς κοσμικῆς ἀπάτης, σώζεις τοὺς ἱκέτας σου.

Σὲ ἐκδυσωπῶ, ἐκ δαιμόνων με διάσωσον, τῶν ἐκ μαγείας Πάτερ Βάρβαρε, ὁ ἀποπνίξας τούτους, ῥείθροις τῶν δακρύων σου.

Ὤ! Τῆς σῆς θερμῆς, ἀγαπήσεως πρὸς Κύριον, ζῶν ἐκ λαχάνων Τοῦτον ηὔφρανας, ὅθεν νηστείας, ἐραστήν με δεῖξον Βάρβαρε.
Θεοτοκίον.
Σὲ ἐκδυσωπῶ, Θεοτοκε πολυΰμνητε, ἐξ ἀφορήτων πόνων ῥῦσαί με, τῶν ἐκ τῶν νόσων ἀνιάτων, τυραννούντων με.

Ωδὴ στ΄. Τὴν δέησιν.
Ὁ Κύριος, προειδώς σου Βάρβαρε, τὴν ψυχὴν ἐκ τῶν βροτῶν σε ἐκλέγει, καὶ ἐκ νεκρᾶς τῶν Ἀράβων θρησκείας, θεὸν ποιῆσαι ἐν χάριτι ἔνδοξε, ᾧ πρέσβευε διηνεκῶς, καὶ ἡμεῖς σὴν χαρὰν ἀπολαύσωμεν.

Νενίκηκας, τὸν ἐχθρὸν πανεύφημε, σῇ ἀσκήσει καὶ βυθῷ ἀπωλείας, τῇ σῇ σφαγῇ παραδέδωκας ὅθεν, διπλοῖς στεφάνοις Χριστός σε ἐκόσμησε, καὶ δέδωκέ σοι τὴν ἰσχύν, τὰ ἡμῶν θεραπεύειν νοσήματα.

Μηδεὶς ποτέ, ἐνδοιαζέτω ἄνθρωπος, καὶ μηδεὶς ἀμφιβαλλέτω οὐδόλως, ὅτι ἡμῖν, ἰατρός τε καὶ ῥύστης, ἐδόθη πᾶσιν ὁ ἔνδοξος Βάρβαρος, τὰς νόσους τε τὰς χαλεπάς, ἐκ ψυχῶν καὶ σωμάτων ἰώμενος.
Θεοτοκίον.
Ἐκύκλωσαν, αἱ τοῦ βίου Δέσποινα, τρικυμίαι με καὶ ζάλαι καὶ θλίψεις, καὶ σὺν αὐτοῖς, τῆς πενίας τὸ βάρος, ἀσθενειῶν τε Ἁγνὴ τὸ ἀνίατον, καὶ δέομαί Σου Ἀγαθή, ἐκ τοῦ σάλου με τούτων διάσωσον.

Αἴτησης.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασίαν σε Χριστιανοῖς καὶ ἀσφάλειαν, Πάτερ Βάρβαρε καὶ ἀρωγόν σε κεκτήμεθα, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ ῥῦσαι ἐξ ἐχθρῶν ἡμᾶς, καὶ ἀνομβρίας τῶν κακῶν καὶ ὀλεθρίων πολέμων τε, δώρησαι τὴν εἰρήνην, ἴασαι τοὺς νοσοῦντας, σὺ γὰ εἶ ἡμῶν Πατήρ, πρὸς οὖν τίνα πορευσώμεθα.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εκ του κατά Ματθαίου Αγίου Ευαγγελίου.
Τω καιρώ εκείνω, προσκαλεσάμενος ο Ιησούς τους δώδεκα μαθητάς Αυτού, έδωκεν αυτοίς εξουσίαν κατά πνευμάτων ακαθάρτων, ώστε εκβάλλειν αυτά, και θεραπεύειν πάσαν νόσον και πάσαν μαλακίαν. Τούτους απέστειλεν ο Ιησούς, παραγγείλας αυτοίς, λέγων: εις οδόν εθνών μη απέλθητε, και εις πόλιν Σαμαρειτών μη εισέλθητε, πορεύεσθε δε μάλλον προς τα πρόβατα, τα απωλωλότα οίκου Ισραήλ. Πορευόμενοι δε κηρύσσητε λέγοντες: Ότι ήγγικεν η βασιλεία των ουρανών. Ασθενούντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς εγείρετε, δαιμόνια εκβάλλετε` δωρεάν ελάβατε, δωρεάν δότε.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Μὴ παρίδῃς Ὅσιε, σῶν ἱκετῶν ἰκεσίας, ἀλλ’ εὐσπλάγχνῳ ὄμματι, πάντας ἡμᾶς οἴκτιρον, Πάτερ Βάρβαρε, τοὺς ἐν ἀσθενείαις τε κατατρυχομένους, ἀνιάτοις καὶ ἐν θλίψεσι, δεινοῖς πολέμοις τε λιμῷ τε καὶ λοιμῷ καὶ ἐν καύσωνι, μαγείαις ὀχλουμένους τε καὶ δαιμόνων ἔχθραν μὴ φέροντας, φρενῶν ἐκ τῆς βλάβης, ψυχῆς ἀσθενειῶν τε καὶ παθῶν, ἵνα χαρὰν πάντες ἔχοντες, σὲ ἀεὶ γεραίρωμεν.

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν κλεινὸν φρουρὸν Τρύφου Νύσσης ὄρους τὴν δόξαν τε καὶ τὸ καύχημα, τὸν Βάρβαρον τὸν θεῖον τιμῶντες Κτίστῃ τοῦτον τῷ ἡμῖν δόντι ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀπὸ βλάβης παντοίας Πάτερ Βάρβαρε ῥῦσαι τοὺς κινουμένους ἀεί, ἐν γῇ ἤ ἐν θαλάσσῃ, ἐρήμῳ ἤ ἀέρι καὶ βοᾶν σὺν σοὶ πάντοτε, τῷ ζωοδότῃ Χριστῷ Σωτήρ, εὐλογητὸς εἶ.

Χαίρων ἔφερες Πάτερ σοῦ τὴν τρίπηχυν ἄλυσιν προσκυνῶν τε ἀεί, Τριάδα τὴν ἁγίαν, τὴν σώσασάν σε πλάνης, καὶ γηθόμενος ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ὑπερτέρα Ἀγγέλων ἀνωτέρα τε κτίσεως πάσης ὤφθης Σεμνή, Θεὸν σαρκὶ τεκοῦσα, διπλοῦν τῇ φύσει ὄντα καὶ Παρθένος διέμεινας, εὐλογημένη Ἁγνή, ἡμῶν ἡ σωτηρία.

Ωδὴ η΄ Τὸν Βασιλέα.
Ἀπὸ κακίας, τοῦ ἀρχεκάκου Βελίαρ, Πάτερ Βάρβαρε ῥῦσαι τὴν ψυχήν μου, ἵνα σε γεραίρω, τὸν μέγαν μου προστάτην.

Παρηγορία, τῶν αἰχμαλώτων παμμάκαρ, καὶ τῶν ὄντων ἐν φυλακαῖς ὑπάρχεις, ὅθε σε ὑμνοῦμεν, ὦ Βάρβαρε θεόφρον.

Ὁ ἀντιλήπτωρ, ὁ ἰατρὸς ὁ προστάτης, ὁ ποιμὴν ὁ Πατὴρ ἡμῶν ὑμνείσθω, Βάρβαρος ὁ θεῖος, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Σὲ δυσωπῶ, τὴν Παναγίαν Παρθένον, ἐκ θανάτου ῥῦσαι τὴν ψυχήν μου, ἵνα Σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

Ωδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὸν ὄντα μετ’ Ἀγγέλων, καὶ σὺν τῷ Δεσπότῃ, ἀεὶ τιμώμενον ἔνδοξε Βάρβαρον, τῆς καταδίκης ῥυσθῶμεν νῦν δυσωπήσωμεν.

Ὁλόφωτος ὑπάρχων, καὶ ὑπὲρ ἡλίου, ἀκτῖνας λάμπων μακάριε Βάρβαρε, τοὺς προσιόντας σοι πίστει οἴκτειρον δούλους σου.

Λαὸς τοῦ Τρύφου, ὕμνοις καὶ Ἀκαρνανίας, καὶ τῆς Ἑλλάδος τιμῶντές σε Ὅσιε, Ὀρθοδοξίᾳ αἰτοῦμεν στήριξον ἅπαντας.

Οὐδεὶς ἐν τῷ ναῷ σου, τῶν προσερχομένων, κατησχυμμένος θεόφρον οὐκ ἐκπορεύεται, ἀλλὰ λαμβάνει τὸ δῶρον χαίρων ὦ Βάρβαρε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Μαρία, Κεχαριτωμένη, οἱ γηγενεῖς τὴν τὸν Κτίστην κυήσασαν, σὺν Ἀσωμάτων χορείαις Σὲ μεγαλύνοντες.

Ἄξιόν ἐστι... καὶ τὰ Μεγαλυνάρια.

Χαίροις αἰχμαλώτων ὁ λυτρωτής, χαίροις ἀσθενούντων ὁ ταχύπορος ἰατρός, χαίροις ὀ στεφάνοις, ἀθλητικοῖς παμμάκαρ, στεφθεὶς παρὰ Κυρίου Ὅσιε Βάρβαρε.

Ὥσπερ ἐθεράπευσας σὺ ποτέ, τὴν τοῦ Κωνσταντίνου θυγατέρα ἐκ τῆς δεινῆς, νόσου ἀνιάτου, ὦ Βάρβαρε θεόφρον, κἀμοὶ δὸς τὴν ὑγείαν, ὅπως γεραίρω σε.

Χαῖρε Τρύφου πόλις ἠ εὐκλεής, ὄρος Νύσσα χαῖρε καὶ εὐφραίνου πᾶσα ἡ γῆ, τῆς Ἀκαρνανίας, προστάτην κεκτημένη, τὸν Βάρβαρον τὸν θεῖον δόξα καὶ καύχημα.

Ἐκ κινδύνων ῥῦσαι Πάτερ ἡμᾶς, τὸν τῆς γῆς θαλάσσης καὶ ἀέρος καὶ ποταμῶν, ἐκ φρικτῶν πολέμων, καὶ πονηρῶν ἀνθρώπων, κακίας τε δαιμόνων Ὅσιε Βάρβαρε.

Τίς οὐ θεραπεύεται προσπεσών, Βάρβαρε παμμάκαρ τῇ εἰκόνι σου τῇ σεπτῇ, τυφλὸς χωλὸς κωφός τε, παράλυτος μαγείαν, ὁ ἔχων καὶ οἱ πάντες σὲ μακαρίζοντες.

Χαίροις μοναζόντων θεία κρηπίς, δόξα τῶν Μαρτύρων ὁ στεφάνοις διπλοῖς στεφθείς, καὶ συμβασιλεύων, Χριστῷ εἰς τοὺς αἰῶνας, ὦ Βάρβαρε θεόφρον, σκέπε τοὺς δούλους σου.

Ὥσπερ ζωοδόχος Πάτερ πηγή, ὥσπερ Ἰορδάνης ἐκ τοῦ τάφου σου τοῦ σεπτοῦ, ὕδωρ ἀναβλύζει, τὰς νόσους θεραπεῦον, παντοίας τῶν ἀνθρώπων Ὅσιε Βάρβαρε.

Σὺν τῇ Θεοτόκῳ Πάτερ σοφέ, τῷ σεπτῷ Προδρόμῳ Ἀποστόλοις τοῖς ἱεροῖς, Βάρβαρε Ἀγγέλοις, καὶ πᾶσι τοῖς Ἁγίοις, Χριστὸν ἀεὶ δυσώπει σώζεσθαι ἅπαντας.

Πασαι των Αγγέλων...

Τρισάγιον.

Ἀπολυτίκιον· ἤ τὰ κατανυχτικὰ ἀρμόδια τροπάρια.

Αἴτησις. Ἀπόλυσις.

Προσόμοια. Ἦχος β΄. Ὅτε, ἐκ τοῦ Ξύλου.

Πίστει, τοὺς προστρέχοντας τῇ σῇ, σκέπῃ πανσεβάσμιε Πάτερ, ἔνδοξε Βάρβαρε, πάσης περιστάσεως ῥῦσαι πρεσβείαις σου, ἐκ παθῶν ψυχοφθόρων τε, πταισμάτων ἀμέτρων, τοὺ ἐνοχλουμένους τε ὑπὸ δαιμόνων δεινῶν, ἅμα, ἀφορήτου μαγείας, ὅπως εὐγνωμόνως τοῖς ὕμνοις, πάντες σε γεραίρομεν θεσπέσιε.

Πάντας, θεραπεύειν ὦ σοφέ, τούς τε ἀνιάτοις ἐν νόσοις καὶ ἐκ τῆς βλάβης φρενῶν, Βάρβαρε θεσπέσιε, καὶ συνοδεύεις ἀεί, τοὺς ἐν γῇ καὶ θαλάσσῃ τε, κρημνῷ καὶ ἀέρι, σκέπη, ὀρφανῶν ἀδικουμένων σὺ εἶ, ὅθεν σὲ αἰτοῦμεν δυσώπει, καὶ ἐν τῇ ἡμέρᾳ τῆς δίκης, ἅπαντες ῥυσθῶμεν τῆς κολάσεως.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου..

Δι’ εὐχῶν.


                             πηγή: xristianos.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου