Κατηγορίες αναρτήσεων

Σάββατο 20 Ιουνίου 2015

ΝΙΚΟΛΑΟΥ ΚΑΒΑΣΙΛΑ ΠΑΡΑΚΛΗΣΙΣ

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ 



Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὁ τὸ Θεὸς Κύριος ὡς συνήθως, καὶ τὸ ἑξῆς. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς αἰωνίου μετασχὼν εὐφροσύνης, ὑπὲρ ἡμῶν διὰ παντὸς ἐκδυσώπει, τῶν σὲ τιμώντων Ὅσιε Νικόλαε, ὅπως λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ πὰσης στενώσεως, καὶ δεινῶν συμπτωμάτων, καὶ πληρωθῶμεν θείου φωτισμοῦ, οἱ τῇ θερμῇ σοῦ, πρεσβείᾳ προστρέχοντες.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὒκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ᾿ σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν´ Ψαλμός.
Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς· «Νίκην Νικόλαε ἡμῖν δίδου. Γερασίμου».
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ναμάτων πληρούμενος θεϊκῶν, ταῖς σαῖς ἱκεσίαις, ἡμῖν ὄμβρησον νοητῶς, σταγόνας τῆς θείας εὐσπλαγχνίας, τοῖς σὲ τιμῶσι Νικόλαε Ὅσιε.
σχὺν ἡμῖν αἴτει παρὰ Θεοῦ, ὡς ἂν τῆς ἰσχῦος, κατισχύσωμεν τοῦ ἐχθροῦ, Νικόλαε Πάτερ καὶ ἀμέμπτως, ἐπὶ τῆς γῆς τὴν ζωὴν διανύσωμεν.
Κακίας μὲ λύτρωσαι τῶν παθῶν, καὶ πρὸς ἀπαθείας, καθοδηγεῖ μὲ τὴν ὁδόν, καὶ δίδου σοφίαν τῷ νοΐ μου, ὡς τῆς σοφίας Νικόλαε ὄργανον.
Θεοτοκίον.
λίου τῆς δόξης θεία λαμπάς, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, λῦσον τῶν παθῶν μου τὴν ὁμίχλην, καὶ φωτισμῷ νοητῷ μὲ καταύγασον.

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Νόμῳ θείῳ ἰθύνας, τὴν σὴν ζωὴν Ἅγιε, πάσης ἀνομίας καὶ πλάνης, ἡμᾶς ἀπάλλαξον, καὶ νόμοις πίστεως, καὶ ἐντολαῖς τοῦ Σωτῆρος, ἡμᾶς πολιτεύεσθαι, Πάτερ ἐνίσχυσον.
Νοῦν θεόφρονα δίδου, ἀποπληροῦν πάντοτε, τοῦ Θεοῦ τὸ θέλημα μάκαρ, ψυχῆς θερμότητι, καὶ ἀποτρέπεσθαι, τὰς καθ᾿ ἡμῶν ἐπηρείας, Ἅγιε Νικόλαε, τοῦ πολεμήτορος.
λασμὸν ἡμῖν αἴτει, παρὰ Θεοῦ Ἅγιε, καὶ τῶν καθ᾿ ἑκάστην πταισμάτων, τὴν ἀπολύτρωσιν, ὡς ἂν Νικόλαε, δι’ εὐσεβείας ἁπάσης, τοῦ Θεοῦ τὸ ἔλεος, ἐπισπασώμεθα.
Θεοτοκίον.
Καταφύγιον μέγα, Χριστιανῶν πέφηνας, ἡ τὸν Θεὸν Λόγον ἀφράστως, κυοφορήσασα, Παρθένε Ἄχραντε· ὅθεν κἀμὲ πεφευγότα, τῇ σῇ σκέπῃ ῥῦσαί με, πάσης κακώσεως.
Διάσωσον ταῖς σαῖς πρεσβείαις Νικόλαε θεοφόρε, πάσης βλάβης, καὶ πολυτρόπων κακώσεων, τοὺς προσιόντας τῇ θείᾳ σοῦ προστασίᾳ.
Ἐπιβλέψον ἐν εὐμενείᾳ...

Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Σοφίας Θεοῦ, ἐδείχθης ἐνδιαίτημα, ἀμέμπτῳ ζωῇ, Νικόλαε μακάριε· διὸ ἡμᾶς ἀπάλλαξον, σοφιστείας ἁπάσης τοῦ Ὄψεως, ὡς ἂν σεμνῶς ἐν συνέσει πολλῇ, βαδίζωμεν τρῖβον τὴν σωτήριον.

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
θεράπων ὁ γνήσιος, Ἅγιε Νικόλαε τοῦ Παντάνακτος, καθικέτευε δεόμεθα, πάσης λυτρωθῆναι ἡμᾶς θλίψεως.
Λαμπρυνθεὶς τὴν διάνοιαν, τῇ φιλοσοφίᾳ μάκαρ τῆς πίστεως, καταυγάζεις τὰς ψυχὰς ἡμῶν, πρὸς γνῶσιν τὴν κρείττονα Νικόλαε.
ρετῶν σκεῦος γέγονας, ἐν αἷς καθοδηγεῖ ἡμᾶς Νικόλαε, ἵνα μέτοχοι γενώμεθα, τῆς τοῦ Παρακλήτου ἐπιλάμψεως.
Θεοτοκίον.
ξ ἀχράντων αἱμάτων σου, σαρκωθεὶς ὁ Λόγος Κόρη δι’ ἔλεος, ἀλογίας πάσης ῥύεται, τοὺς σὲ Θεοτόκον καταγγέλοντας.

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
νυσας καλῶς, τὴν ζωὴν μάκαρ Νικόλαε· διὰ τοῦτο ἐνδυνάμωσον ἡμᾶς, ἐναρέτως ἐν τῷ κόσμῳ ἀναστρέφεσθαι.
Μύστης γεγονώς, τοῦ Θεοῦ τῆς ἀγαθότητος, μυσταγώγησον ἡμᾶς ταῖς σαῖς λιταῖς, ἅπαν εἶδος θείων πράξεων Νικόλαε.
λεων ἡμῖν, ταῖς πρεσβείαις σου ἀπέργασαι, τὸν Σωτῆρα καὶ φιλάνθρωπον Θεόν, ὡς τῆς δόξης θεωρὸς αὐτοῦ Νικόλαε.
Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου ἅπαν φρόνημα, ἡ τεκοῦσα τὴν ζωὴν τὴν ἀληθῆ, καὶ πρὸς τρίβους μετανοίας με ὁδήγησον.

ᾨδὴ στ´. Τὴν δέησιν.
Δοχεῖον, τοῦ Παρακλήτου ἐδείχθης, τῇ λαμπρότητι τῆς σῆς πολιτείας· ὅθεν ταῖς σαῖς πρὸς Θεὸν μεσιτείαις, σκεύη ἡμᾶς τῆς αὐτοῦ ἀγαθότητος, ἀνάδειξον δι᾿ ἀρετῆς, θεομάκαρ Νικόλαε Ὅσιε.
θύνας, πρὸς ἀρετὴν τὴν ζωήν μου, πηδαλίῳ τῆς πρεσβείας σου Πάτερ, πρὸς ἀσφαλῆ μὲ κυβέρνησον ὅρμον, τῆς σωτηρίας Νικόλαε Ἅγιε, ἵνα συμμέτοχος ὀφθῷ, μετὰ τέλος τῆς ἄνω λαμπρότητος.
Δραγμάτων, τῆς μυστικῆς γεωργίας, κομιζόμενος τὸν πλοῦτον θεόφρον, σὺν τοῖς χοροῖς τῶν Ἁγίων ἁπάντων, τῆς τῶν παθῶν μὲ πτώχειας ἀπάλλαξον, Νικόλαε Πάτερ σοφέ, καὶ τροφῇ νοητῇ μὲ διάθρεψον.
Θεοτοκίον.
θρόνος, τοῦ Βασιλέως τῆς δόξης, ἡ καθέδρα ἡ λαμπρὰ τοῦ Δεσπότου, Εὐλογημένη Παρθένε Μαρία, ἀπὸ κοπρίας παθὼν μὲ ἀνάστησον, καὶ νεύρωσόν μου τὴν ψυχήν, πρὸς ζωῆς ἐνάρετου ἐπίδοσιν.
Διάσωσον ταῖς σαῖς πρεσβείαις Νικόλαε θεοφόρε, πάσης βλάβης καὶ πολυτρόπων κακώσεων, τοὺς προσιόντας τῇ θείᾳ σοῦ προστασίᾳ.᾿
Ἄχραντε, ἡ διὰ λόγου...

Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τῆς σοφίας θεράπων Νικόλαε, καὶ μυστογράφος τῆς χάριτος ἔνθεος, ἡμῖν θείαν αἴτησαι σύνεσιν, τοῦ συνιέναι Κυρίου τὸ θέλημα, ὡς ἂν θείας δόξης μετάσωμεν.


Προκείμενον. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὤσει κέδρος ἡ ἓν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν οἰκῶ Κυρίου...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὀΥῖος, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχ. Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Σκεῦος καθαρώτατον, τῆς θεϊκῆς ἐπιπνοίας, ἐναρέτων πράξεων, θείαις ἐπιδόσεσιν ὤφθης Ἅγιε, καὶ λαμπτὴρ πάμφωτος, τῆς Ὀρθοδοξίας· διὰ τοῦτο σοῦ δεόμεθα· Ἡμᾶς ἐδραίωσον, ταύτης ταῖς σεπταῖς παραδόσεσι, καὶ ἅπαν δόγμα ἔκφυλον, πόῤῥω ἀποῤῥίπτειν ἑκάστοτε, καὶ Χριστὸν ἀπαύστως, ἱκέτευε Νικόλαε σοφέ, ἵνα τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα.

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
ψηλῇ διανοίᾳ, τὴν τοῦ Πνεύματος χάριν ὑποδεξάμενος, χαρίτωσον τὰς φρένας, Νικόλαε παμμάκαρ, τῶν βοώντων ἑκάστοτε. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
νώσει θείᾳ ἐκλάμπων, καὶ σοφίᾳ ποικίλῃ Πάτερ Νικόλαε, ἐκ πάσης ἀφροσύνης, καὶ γνώμης σφαλλομένης, τοὺς βοῶντας ἀπαλλάττε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ναρέτως βιώσας, τῶν Ἁγίων συνόμιλος ὤφθης Ὅσιε· μεθ᾿ ὢν Χριστὸν δυσώπει, ῥυσθῆναι πάσης βλάβης, τοὺς βοῶντας Νικόλαε. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ῥυπωθεὶς τὴν καρδίαν, πλημμελείαις ἀμέτροις καὶ παραβάσεσι, βοῶ σοι Θεοτόκε, τοῦ ῥύπου τῆς κακίας, κάθαρόν με καὶ σῶσόν με, ἵνα ὑμνῶ σε ἀεὶ Ὑπερευλογημένη.

ᾨδὴ η´. Τὸν Βασιλέα.
νωθεν ἴδε, ἡμῶν τὸν πόθον καὶ πλήρου, τὰ αἰτήματα Νικόλαε παμμάκαρ, τῶν ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σοφίας, αἴγλη, οἵα σοφὸς καὶ ἀγχίνους, καταπύρσευσον ἡμῶν τὰς διανοίας, Νικόλαε Πάτερ, πρὸς θείαν εὐδοκίαν.
λύος πάσης, τῆς ἐμπαθοῦς ζωῆς ῥῦσαι, ταῖς πρεσβείαις σου Νικόλαε θεόφρον, τοὺς ὑπερυψοῦντας, Χριστὸν τὸν Βασιλέα.
Θεοτοκίον
Μῆτερ Κυρίου, καὶ Ἀειπάρθενε Κόρη, τῆς καρδίας μου ἀποπλῦνον τὸν ῥύπον, τῆς σῆς εὐσπλαγχνίας, τοῖς ζωηῤῥύτοις ῥείθροις.


ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
λόφωτος Κυρίῳ, παρεστὼς παμμάκαρ, ταῖς φωτοφόροις πρεσβείαις σου λύτρωσαι, ἐκ σκοτασμοὺ ἁμαρτίας ἡμᾶς Νικόλαε.
πέρτερον τὸν νοῦν μου, ὑλικῶν φροντίδων, ἐπιστασία σου δεῖξον Νικόλαε, καὶ ἐννοιῶν οὐρανίων πλῆσόν με δέομαι.
Μὴ παύσῃ ἱκετεύων, Νικόλαε μάκαρ, τὴν Παναγίαν Τριάδα δεόμεθα, ὑπὲρ ἡμῶν τῶν ἓν πίστει μακαριζόντων σέ.
Θεοτοκίον.
Μαρία Θεοτόκε, Κεχαριτωμένη, τῆς ἐπηρείας τοῦ ὄφεως λύτρωσαι, τὴν ταπεινήν μου καρδίαν ἵνα δοξάζω σέ.

Τὸ Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια.
Χαίροις τῆς σοφίας μύστης λαμπρός, καὶ ἀμέμπτου βίου, ὑποτύπωσις ἀληθής· χαίροις τοῦ Σωτῆρος, θεοειδὴς θεράπων, Νικόλαε παμμάκαρ, Ἁγίων σύσκηνε.
Ζήσας ἐν τῷ κόσμῳ θεοπρεπώς, ὡς τῶν ἐνταλμάτων, τοῦ Κυρίου ἐκπληρωτής, χάριτος τῆς θείας, ἀξίως ἐπληρώθης, Νικόλαε καὶ ὤφθης, στόμα θεόσοφον.
Λόγῳ καὶ σοφίᾳ πνευματικῇ, Πάτερ διαπρεπῶν, ὡς δοχεῖον τῶν ἀρετῶν, ὤφθης Ἐκκλησίας, Νικόλαε φαιδρότης, καὶ τῆς Ὀρθοδοξίας, ἄστρον πολυφωτον.
Ἄναξι καὶ ἄρχουσι ποθητός, Νικόλαε ὤφθης, ὡς θεράπων Χριστοῦ σοφός· ἔνθεν σου τὴν χάριν, ὑμνεῖ Θεσσαλονίκη, ἐν σοὶ σεμνυνομένη, Πάτερ θεόσοφε.
Στόμα πλῆρες χάριτος ἐσχηκώς, ὤφθης εὐσεβείας, ὑποφήτης περιφανής, καὶ τῶν Ὀρθοδόξων, δογμάτων θεῖος κῆρυξ, ἐν Πνεύματι Ἁγίῳ, μάκαρ Νικόλαε.
Σὺν Ἀγγέλοις Πάτερ καὶ σὺν χοροῖς, τῶν Ἁγίων πάντων, οἷα τούτων συγκοινωνός, πρέσβευε ἀπαύστως, Νικόλαε Κυρίῳ, τοῦ ῥύεσθαι κινδύνων, ἡμᾶς καὶ θλίψεων.
Πᾶσαι τῶν Ἀγγέλων...

Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ᾿ ἢν ψάλλομεν τὸ ἑξῆς. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξης ἀπολαύων θεϊκῆς, σὺν τοῖς ἀπ᾿ αἰῶνος Ἁγίοις, ὡς τούτων σύσκηνος, Ἅγιε Νικόλαε, ἀπαύστως πρέσβευε, τῇ Τριάδι δεόμεθα, ὑπὲρ τῶν τιμώντων, τὰ σὰ προτερήματα, καὶ τοὺς καμάτους σου, ῥύεσθαι ἡμᾶς πάσης βλάβης, καὶ ἐξ ἀναγκῶν πολυτρόπων, καὶ ἐπερχομένων πικρῶν θλίψεων.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...



                         πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου